Βιβλίο Γ
[1] ἐπεὶ δὲ τὸ Ἰνάχειον διερχόμενοι γένος τοὺς ἀπὸ Βήλου μέχρι τῶν Ἡρακλειδῶν δεδηλώκαμεν, ἐχομένως λέγωμεν καὶ τὰ περὶ Ἀγήνορος. ὡς γὰρ ἡμῖν λέλεκται, δύο Λιβύη ἐγέννησε παῖδας ἐκ Ποσειδῶνος, Βῆλον καὶ Ἀγήνορα. Βῆλος μὲν οὖν βασιλεύων Αἰγυπτίων τοὺς προειρημένους ἐγέννησεν, Ἀγήνωρ δὲ παραγενόμενος εἰς τὴν Φοινίκην γαμεῖ Τηλέφασσαν καὶ τεκνοῖ θυγατέρα μὲν Εὐρώπην, παῖδας δὲ Κάδμον καὶ Φοίνικα καὶ Κίλικα. τινὲς δὲ Εὐρώπην οὐκ Ἀγήνορος ἀλλὰ Φοίνικος λέγουσι. ταύτης Ζεὺς ἐρασθείς, †ῥόδου ἀποπλέων, ταῦρος χειροήθης γενόμενος, ἐπιβιβασθεῖσαν διὰ τῆς θαλάσσης ἐκόμισεν εἰς Κρήτην. ἡ δέ, ἐκεῖ συνευνασθέντος αὐτῇ Διός, ἐγέννησε Μίνωα Σαρπηδόνα Ῥαδάμανθυν: καθ᾽ Ὅμηρον δὲ Σαρπηδὼν ἐκ Διὸς καὶ Λαοδαμείας τῆς Βελλεροφόντου. ἀφανοῦς δὲ Εὐρώπης γενομένης ὁ πατὴρ αὐτῆς Ἀγήνωρ ἐπὶ ζήτησιν ἐξέπεμψε τοὺς παῖδας, εἰπὼν μὴ πρότερον ἀναστρέφειν πρὶν ἂν ἐξεύρωσιν Εὐρώπην. συνεξῆλθε δὲ ἐπὶ τὴν ζήτησιν αὐτῆς Τηλέφασσα ἡ μήτηρ καὶ Θάσος ὁ Ποσειδῶνος, ὡς δὲ Φερεκύδης φησὶ Κίλικος. ὡς δὲ πᾶσαν ποιούμενοι ζήτησιν εὑρεῖν ἦσαν Εὐρώπην ἀδύνατοι, τὴν εἰς οἶκον ἀνακομιδὴν ἀπογνόντες ἄλλος ἀλλαχοῦ κατῴκησαν, Φοῖνιξ μὲν ἐν Φοινίκῃ, Κίλιξ δὲ Φοινίκης πλησίον, καὶ πᾶσαν τὴν ὑφ᾽ ἑαυτοῦ κειμένην χώραν ποταμῷ σύνεγγυς Πυράμῳ Κιλικίαν ἐκάλεσε: Κάδμος δὲ καὶ Τηλέφασσα ἐν Θρᾴκῃ κατῴκησαν. ὁμοίως δὲ καὶ Θάσος ἐν Θρᾴκῃ κτίσας πόλιν Θάσον κατῴκησεν.
[1] Having now run over the family of Inachus and described them from Belus down to the Heraclids, we have next to speak of the house of Agenor. For as I have said, Libya had by Poseidon two sons, Belus and Agenor. Now Belus reigned over the Egyptians and begat the aforesaid sons; but Agenor went to Phoenicia, married Telephassa, and begat a daughter Europa and three sons, Cadmus, Phoenix, and Cilix. But some say that Europa was a daughter not of Agenor but of Phoenix. Zeus loved her, and turning himself into a tame bull, he mounted her on his back and conveyed her through the sea to Crete. There Zeus bedded with her, and she bore Minos, Sarpedon, and Rhadamanthys; but according to Homer, Sarpedon was a son of Zeus by Laodamia, daughter of Bellerophon. On the disappearance of Europa her father Agenor sent out his sons in search of her, telling them not to return until they had found Europa. With them her mother, Telephassa, and Thasus, son of Poseidon, or according to Pherecydes, of Cilix, went forth in search of her. But when, after diligent search, they could not find Europa, they gave up the thought of returning home, and took up their abode in divers places; Phoenix settled in Phoenicia; Cilix settled near Phoenicia, and all the country subject to himself near the river Pyramus he called Cilicia; and Cadmus and Telephassa took up their abode in Thrace and in like manner Thasus founded a city Thasus in an island off Thrace and dwelt there.
[2] Εὐρώπην δὲ γήμας Ἀστέριος ὁ Κρητῶν δυνάστης τοὺς ἐκ ταύτης παῖδας ἔτρεφεν. οἱ δὲ ὡς ἐτελειώθησαν, πρὸς ἀλλήλους ἐστασίασαν: ἴσχουσι γὰρ ἔρωτα παιδὸς ὃς ἐκαλεῖτο Μίλητος, Ἀπόλλωνος δὲ ἦν καὶ Ἀρείας τῆς Κλεόχου. τοῦ δὲ παιδὸς πρὸς Σαρπηδόνα μᾶλλον οἰκείως ἔχοντος πολεμήσας Μίνως ἐπροτέρησεν. οἱ δὲ φεύγουσι, καὶ Μίλητος μὲν Καρίᾳ προσσχὼν ἐκεῖ πόλιν ἀφ᾽ ἑαυτοῦ ἔκτισε Μίλητον, Σαρπηδὼν δὲ συμμαχήσας Κίλικι πρὸς Λυκίους ἔχοντι πόλεμον, ἐπὶ μέρει τῆς χώρας, Λυκίας ἐβασίλευσε. καὶ αὐτῷ δίδωσι Ζεὺς ἐπὶ τρεῖς γενεὰς ζῆν. ἔνιοι δὲ αὐτοὺς ἐρασθῆναι λέγουσιν Ἀτυμνίου τοῦ Διὸς καὶ Κασσιεπείας, καὶ διὰ τοῦτον στασιάσαι. Ῥαδάμανθυς δὲ τοῖς νησιώταις νομοθετῶν, αὖθις φυγὼν εἰς Βοιωτίαν Ἀλκμήνην γαμεῖ, καὶ μεταλλάξας ἐν Ἅιδου μετὰ Μίνωος δικάζει. Μίνως δὲ Κρήτην κατοικῶν ἔγραψε νόμους, καὶ γήμας Πασιφάην τὴν Ἡλίου καὶ Περσηίδος, ὡς δὲ Ἀσκληπιάδης φησί, Κρήτην τὴν Ἀστερίου θυγατέρα, παῖδας μὲν ἐτέκνωσε Κατρέα Δευκαλίωνα Γλαῦκον Ἀνδρόγεων, θυγατέρας δὲ Ἀκάλλην Ξενοδίκην Ἀριάδνην Φαίδραν, ἐκ Παρείας δὲ νύμφης Εὐρυμέδοντα Νηφαλίωνα Χούσην Φιλόλαον, ἐκ δὲ Δεξιθέας Εὐξάνθιον.
[2] Now Asterius, prince of the Cretans, married Europa and brought up her children. But when they were grown up, they quarrelled with each other; for they loved a boy called Miletus, son of Apollo by Aria, daughter of Cleochus. As the boy was more friendly to Sarpedon, Minos went to war and had the better of it, and the others fled. Miletus landed in Caria and there founded a city which he called Miletus after himself; and Sarpedon allied himself with Cilix, who was at war with the Lycians, and having stipulated for a share of the country, he became king of Lycia. And Zeus granted him to live for three generations. But some say that they loved Atymnius, the son of Zeus and Cassiepea, and that it was about him that they quarrelled. Rhadamanthys legislated for the islanders but afterwards he fled to Boeotia and married Alcmena; and since his departure from the world he acts as judge in Hades along with Minos. Minos, residing in Crete, passed laws, and married Pasiphae, daughter of the Sun and Perseis; but Asclepiades says that his wife was Crete, daughter of Asterius. He begat sons, to wit, Catreus, Deucalion, Glaucus, and Androgeus: and daughters, to wit, Acalle, Xenodice, Ariadne, Phaedra; and by a nymph Paria he had Eurymedon, Nephalion, Chryses, and Philolaus; and by Dexithea he had Euxanthius.
[3] Ἀστερίου δὲ ἄπαιδος ἀποθανόντος Μίνως βασιλεύειν θέλων Κρήτης ἐκωλύετο. φήσας δὲ παρὰ θεῶν τὴν βασιλείαν εἰληφέναι, τοῦ πιστευθῆναι χάριν ἔφη, ὅ τι ἂν εὔξηται, γενέσθαι. καὶ Ποσειδῶνι θύων ηὔξατο ταῦρον ἀναφανῆναι ἐκ τῶν βυθῶν, καταθύσειν ὑποσχόμενος τὸν φανέντα. τοῦ δὲ Ποσειδῶνος ταῦρον ἀνέντος αὐτῷ διαπρεπῆ τὴν βασιλείαν παρέλαβε, τὸν δὲ ταῦρον εἰς τὰ βουκόλια πέμψας ἔθυσεν ἕτερον. θαλασσοκρατήσας δὲ πρῶτος πασῶν τῶν νήσων σχεδὸν ἐπῆρξεν.
[3] Asterius dying childless, Minos wished to reign over Crete, but his claim was opposed. So he alleged that he had received the kingdom from the gods, and in proof of it he said that whatever he prayed for would be done. And in sacrificing to Poseidon he prayed that a bull might appear from the depths, promising to sacrifice it when it appeared. Poseidon did send him up a fine bull, and Minos obtained the kingdom, but he sent the bull to the herds and sacrificed another. [ Being the first to obtain the dominion of the sea, he extended his rule over almost all the islands. ]
[4] ὀργισθεὶς δὲ αὐτῷ Ποσειδῶν ὅτι μὴ κατέθυσε τὸν ταῦρον, τοῦτον μὲν ἐξηγρίωσε, Πασιφάην δὲ ἐλθεῖν εἰς ἐπιθυμίαν αὐτοῦ παρεσκεύασεν. ἡ δὲ ἐρασθεῖσα τοῦ ταύρου συνεργὸν λαμβάνει Δαίδαλον, ὃς ἦν ἀρχιτέκτων, πεφευγὼς ἐξ Ἀθηνῶν ἐπὶ φόνῳ. οὗτος ξυλίνην βοῦν ἐπὶ τροχῶν κατασκευάσας, καὶ ταύτην λαβὼν καὶ κοιλάνας ἔνδοθεν, ἐκδείρας τε βοῦν τὴν δορὰν περιέρραψε, καὶ θεὶς ἐν ᾧπερ εἴθιστο ὁ ταῦρος λειμῶνι βόσκεσθαι, τὴν Πασιφάην ἐνεβίβασεν. ἐλθὼν δὲ ὁ ταῦρος ὡς ἀληθινῇ βοῒ συνῆλθεν. ἡ δὲ Ἀστέριον ἐγέννησε τὸν κληθέντα Μινώταυρον. οὗτος εἶχε ταύρου πρόσωπον, τὰ δὲ λοιπὰ ἀνδρός: Μίνως δὲ ἐν τῷ λαβυρίνθῳ κατά τινας χρησμοὺς κατακλείσας αὐτὸν ἐφύλαττεν. ἦν δὲ ὁ λαβύρινθος, ὃν Δαίδαλος κατεσκεύασεν, οἴκημα καμπαῖς πολυπλόκοις πλανῶν τὴν ἔξοδον. τὰ μὲν οὖν περὶ Μινωταύρου καὶ Ἀνδρόγεω καὶ Φαίδρας καὶ Ἀριάδνης ἐν τοῖς περὶ Θησέως ὕστερον ἐροῦμεν.
[4] But angry at him for not sacrificing the bull, Poseidon made the animal savage, and contrived that Pasiphae should conceive a passion for it. In her love for the bull she found an accomplice in Daedalus, an architect, who had been banished from Athens for murder. He constructed a wooden cow on wheels, took it, hollowed it out in the inside, sewed it up in the hide of a cow which he had skinned, and set it in the meadow in which the bull used to graze. Then he introduced Pasiphae into it; and the bull came and coupled with it, as if it were a real cow. And she gave birth to Asterius, who was called the Minotaur. He had the face of a bull, but the rest of him was human; and Minos, in compliance with certain oracles, shut him up and guarded him in the Labyrinth. Now the Labyrinth which Daedalus constructed was a chamber “ that with its tangled windings perplexed the outward way. “ The story of the Minotaur, and Androgeus, and Phaedra, and Ariadne, I will tell hereafter in my account of Theseus.
[1] Κατρέως δὲ τοῦ Μίνωος Ἀερόπη καὶ Κλυμένη καὶ Ἀπημοσύνη καὶ Ἀλθαιμένης υἱὸς γίνονται. χρωμένῳ δὲ Κατρεῖ περὶ καταστροφῆς τοῦ βίου ὁ θεὸς ἔφη ὑπὸ ἑνὸς τῶν τέκνων τεθνήξεσθαι. Κατρεὺς μὲν οὖν ἀπεκρύβετο τοὺς χρησμούς, Ἀλθαιμένης δὲ ἀκούσας, καὶ δείσας μὴ φονεὺς γένηται τοῦ πατρός, ἄρας ἐκ Κρήτης μετὰ τῆς ἀδελφῆς Ἀπημοσύνης προσίσχει τινὶ τόπῳ τῆς Ῥόδου, καὶ κατασχὼν Κρητινίαν ὠνόμασεν. ἀναβὰς δὲ ἐπὶ τὸ Ἀταβύριον καλούμενον ὄρος ἐθεάσατο τὰς πέριξ νήσους, κατιδὼν δὲ καὶ Κρήτην, καὶ τῶν πατρῴων ὑπομνησθεὶς θεῶν, ἱδρύετο βωμὸν Ἀταβυρίου Διός. μετ᾽ οὐ πολὺ δὲ τῆς ἀδελφῆς αὐτόχειρ ἐγένετο. Ἑρμῆς γὰρ αὐτῆς ἐρασθείς, ὡς φεύγουσαν αὐτὴν καταλαβεῖν οὐκ ἠδύνατο (περιῆν γὰρ αὐτοῦ τῷ τάχει τῶν ποδῶν), κατὰ τῆς ὁδοῦ βύρσας ὑπέστρωσε νεοδάρτους, ἐφ᾽ αἷς ὀλισθοῦσα, ἡνίκα ἀπὸ τῆς κρήνης ἐπανῄει, φθείρεται. καὶ τῷ ἀδελφῷ μηνύει τὸ γεγονός: ὁ δὲ σκῆψιν νομίσας εἶναι τὸν θεόν, λὰξ ἐνθορὼν ἀπέκτεινεν.
[1] But Catreus, son of Minos, had three daughters, Aerope, Clymene, and Apemosyne, and a son, Althaemenes. When Catreus inquired of the oracle how his life should end, the god said that he would die by the hand of one of his children. Now Catreus hid the oracles, but Althaemenes heard of them, and fearing to be his father’s murderer, he set out from Crete with his sister Apemosyne, and put in at a place in Rhodes, and having taken possession of it he called it Cretinia. And having ascended the mountain called Atabyrium, he beheld the islands round about; and descrying Crete also and calling to mind the gods of his fathers he founded an altar of Atabyrian Zeus. But not long afterwards he became the murderer of his sister. For Hermes loved her, and as she fled from him and he could not catch her, because she excelled him in speed of foot, he spread fresh hides on the path, on which, returning from the spring, she slipped and so was deflowered. She revealed to her brother what had happened, but he, deeming the god a mere pretext, kicked her to death.
[2] Ἀερόπην δὲ καὶ Κλυμένην Κατρεὺς Ναυπλίῳ δίδωσιν εἰς ἀλλοδαπὰς ἠπείρους ἀπεμπολῆσαι. τούτων Ἀερόπην μὲν ἔγημε Πλεισθένης καὶ παῖδας Ἀγαμέμνονα καὶ Μενέλαον ἐτέκνωσε, Κλυμένην δὲ γαμεῖ Ναύπλιος, καὶ τέκνων πατὴρ γίνεται Οἴακος καὶ Παλαμήδους. Κατρεὺς δὲ ὕστερον γήρᾳ κατεχόμενος ἐπόθει τὴν βασιλείαν Ἀλθαιμένει τῷ παιδὶ παραδοῦναι, καὶ διὰ τοῦτο ἦλθεν εἰς Ῥόδον. ἀποβὰς δὲ τῆς νεὼς σὺν τοῖς ἥρωσι κατά τινα τῆς νήσου τόπον ἔρημον ἠλαύνετο ὑπὸ τῶν βουκόλων, λῃστὰς ἐμβεβληκέναι δοκούντων καὶ μὴ δυναμένων ἀκοῦσαι λέγοντος αὐτοῦ τὴν ἀλήθειαν διὰ τὴν κραυγὴν τῶν κυνῶν, ἀλλὰ βαλλόντων κἀκείνων, παραγενόμενος Ἀλθαιμένης ἀκοντίσας ἀπέκτεινεν ἀγνοῶν Κατρέα. μαθὼν δὲ ὕστερον τὸ γεγονός, εὐξάμενος ὑπὸ χάσματος ἐκρύβη.
[2] And Catreus gave Aerope and Clymene to Nauplius to sell into foreign lands; and of these two Aerope became the wife of Plisthenes, who begat Agamemnon and Menelaus; and Clymene became the wife of Nauplius, who became the father of Oeax and Palamedes. But afterwards in the grip of old age Catreus yearned to transmit the kingdom to his son Althaemenes, and went for that purpose to Rhodes. And having landed from the ship with the heroes at a desert place of the island, he was chased by the cowherds, who imagined that they were pirates on a raid. He told them the truth, but they could not hear him for the barking of the dogs, and while they pelted him Althaemenes arrived and killed him with the cast of a javelin, not knowing him to be Catreus. Afterwards when he learned the truth, he prayed and disappeared in a chasm.
[1] Δευκαλίωνι δὲ ἐγένοντο Ἰδομενεύς τε καὶ Κρήτη καὶ νόθος Μόλος. Γλαῦκος δὲ ἔτι νήπιος ὑπάρχων, μῦν διώκων εἰς μέλιτος πίθον πεσὼν ἀπέθανεν. ἀφανοῦς δὲ ὄντος αὐτοῦ Μίνως πολλὴν ζήτησιν ποιούμενος περὶ τῆς εὑρέσεως ἐμαντεύετο. Κούρητες δὲ εἶπον αὐτῷ τριχρώματον ἐν ταῖς ἀγέλαις ἔχειν βοῦν, τὸν δὲ τὴν ταύτης χρόαν ἄριστα εἰκάσαι δυνηθέντα καὶ ζῶντα τὸν παῖδα ἀποδώσειν. συγκληθέντων δὲ τῶν μάντεων Πολύιδος ὁ Κοιρανοῦ τὴν χρόαν τῆς βοὸς εἴκασε βάτου καρπῷ, καὶ ζητεῖν τὸν παῖδα ἀναγκασθεὶς διά τινος μαντείας ἀνεῦρε. λέγοντος δὲ Μίνωος ὅτι δεῖ καὶ ζῶντα ἀπολαβεῖν αὐτόν, ἀπεκλείσθη σὺν τῷ νεκρῷ. ἐν ἀμηχανίᾳ δὲ πολλῇ τυγχάνων εἶδε δράκοντα ἐπὶ τὸν νεκρὸν ἰόντα: τοῦτον βαλὼν λίθῳ ἀπέκτεινε, δείσας μὴ κἂν αὐτὸς τελευτήσῃ, εἴ τι τὸ σῶμα πάθοι. ἔρχεται δὲ ἕτερος δράκων, καὶ θεασάμενος νεκρὸν τὸν πρότερον ἄπεισιν, εἶτα ὑποστρέφει πόαν κομίζων, καὶ ταύτην ἐπιτίθησιν ἐπὶ πᾶν τὸ τοῦ ἑτέρου σῶμα: ἐπιτεθείσης δὲ τῆς πόας ἀνέστη. θεασάμενος δὲ Πολύιδος καὶ θαυμάσας, τὴν αὐτὴν πόαν προσενεγκὼν τῷ τοῦ Γλαύκου σώματι ἀνέστησεν.
[1] To Deucalion were born Idomeneus and Crete and a bastard son Molus. But Glaucus, while he was yet a child, in chasing a mouse fell into a jar of honey and was drowned. On his disappearance Minos made a great search and consulted diviners as to how he should find him. The Curetes told him that in his herds he had a cow of three different colors, and that the man who could best describe that cow’s color would also restore his son to him alive. So when the diviners were assembled, Polyidus, son of Coeranus, compared the color of the cow to the fruit of the bramble, and being compelled to seek for the child he found him by means of a sort of divination. But Minos declaring that he must recover him alive, he was shut up with the dead body. And while he was in great perplexity, he saw a serpent going towards the corpse. He threw a stone and killed it, fearing to be killed himself if any harm befell the body. But another serpent came, and, seeing the former one dead, departed, and then returned, bringing a herb, and placed it on the whole body of the other; and no sooner was the herb so placed upon it than the dead serpent came to life. Surprised at this sight, Polyidus applied the same herb to the body of Glaucus and raised him from the dead.
[2] ἀπολαβὼν δὲ Μίνως τὸν παῖδα οὐδ᾽ οὕτως εἰς Ἄργος ἀπιέναι τὸν Πολύιδον εἴα, πρὶν ἢ τὴν μαντείαν διδάξαι τὸν Γλαῦκον: ἀναγκασθεὶς δὲ Πολύιδος διδάσκει. καὶ ἐπειδὴ ἀπέπλει, κελεύει τὸν Γλαῦκον εἰς τὸ στόμα ἐμπτύσαι: καὶ τοῦτο ποιήσας Γλαῦκος τῆς μαντείας ἐπελάθετο. τὰ μὲν οὖν περὶ τῶν τῆς Εὐρώπης ἀπογόνων μέχρι τοῦδέ μοι λελέχθω.
[2] Minos had now got back his son, but even so he did not suffer Polyidus to depart to Argos until he had taught Glaucus the art of divination. Polyidus taught him on compulsion, and when he was sailing away he bade Glaucus spit into his mouth. Glaucus did so and forgot the art of divination. Thus much must suffice for my account of the descendants of Europa.
[1] Κάδμος δὲ ἀποθανοῦσαν θάψας Τηλέφασσαν, ὑπὸ Θρακῶν ξενισθείς, ἦλθεν εἰς Δελφοὺς περὶ τῆς Εὐρώπης πυνθανόμενος. ὁ δὲ θεὸς εἶπε περὶ μὲν Εὐρώπης μὴ πολυπραγμονεῖν, χρῆσθαι δὲ καθοδηγῷ βοΐ, καὶ πόλιν κτίζειν ἔνθα ἂν αὕτη πέσῃ καμοῦσα. τοιοῦτον λαβὼν χρησμὸν διὰ Φωκέων ἐπορεύετο, εἶτα βοῒ συντυχὼν ἐν τοῖς Πελάγοντος βουκολίοις ταύτῃ κατόπισθεν εἵπετο. ἡ δὲ διεξιοῦσα Βοιωτίαν ἐκλίθη, πόλις ἔνθα νῦν εἰσι Θῆβαι. βουλόμενος δὲ Ἀθηνᾷ καταθῦσαι τὴν βοῦν, πέμπει τινὰς τῶν μεθ᾽ ἑαυτοῦ ληψομένους ἀπὸ τῆς Ἀρείας κρήνης ὕδωρ: φρουρῶν δὲ τὴν κρήνην δράκων, ὃν ἐξ Ἄρεος εἶπόν τινες γεγονέναι, τοὺς πλείονας τῶν πεμφθέντων διέφθειρεν. ἀγανακτήσας δὲ Κάδμος κτείνει τὸν δράκοντα, καὶ τῆς Ἀθηνᾶς ὑποθεμένης τοὺς ὀδόντας αὐτοῦ σπείρει. τούτων δὲ σπαρέντων ἀνέτειλαν ἐκ γῆς ἄνδρες ἔνοπλοι, οὓς ἐκάλεσαν Σπαρτούς. οὗτοι δὲ ἀπέκτειναν ἀλλήλους, οἱ μὲν εἰς ἔριν ἀκούσιον ἐλθόντες, οἱ δὲ ἀγνοοῦντες. Φερεκύδης δέ φησιν ὅτι Κάδμος, ἰδὼν ἐκ γῆς ἀναφυομένους ἄνδρας ἐνόπλους, ἐπ᾽ αὐτοὺς ἔβαλε λίθους, οἱ δὲ ὑπ᾽ ἀλλήλων νομίζοντες βάλλεσθαι εἰς μάχην κατέστησαν. περιεσώθησαν δὲ πέντε, Ἐχίων Οὐδαῖος Χθονίος Ὑπερήνωρ Πέλωρος.
[1] When Telephassa died, Cadmus buried her, and after being hospitably received by the Thracians he came to Delphi to inquire about Europa. The god told him not to trouble about Europa, but to be guided by a cow, and to found a city wherever she should fall down for weariness. After receiving such an oracle he journeyed through Phocis; then falling in with a cow among the herds of Pelagon, he followed it behind. And after traversing Boeotia, it sank down where is now the city of Thebes. Wishing to sacrifice the cow to Athena, he sent some of his companions to draw water from the spring of Ares. But a dragon, which some said was the offspring of Ares, guarded the spring and destroyed most of those that were sent. In his indignation Cadmus killed the dragon, and by the advice of Athena sowed its teeth. When they were sown there rose from the ground armed men whom they called Sparti. These slew each other, some in a chance brawl, and some in ignorance. But Pherecydes says that when Cadmus saw armed men growing up out of the ground, he flung stones at them, and they, supposing that they were being pelted by each other, came to blows. However, five of them survived, Echion, Udaeus, Chthonius, Hyperenor, and Pelorus.
[2] Κάδμος δὲ ἀνθ᾽ ὧν ἔκτεινεν ἀίδιον ἐνιαυτὸν ἐθήτευσεν Ἄρει: ἦν δὲ ὁ ἐνιαυτὸς τότε ὀκτὼ ἔτη.μετὰ δὲ τὴν θητείαν Ἀθηνᾶ αὐτῷ τὴν βασιλείαν κατεσκεύασε, Ζεὺς δὲ ἔδωκεν αὐτῷ γυναῖκα Ἁρμονίαν, Ἀφροδίτης καὶ Ἄρεος θυγατέρα. καὶ πάντες θεοὶ καταλιπόντες τὸν οὐρανόν, ἐν τῇ Καδμείᾳ τὸν γάμον εὐωχούμενοι καθύμνησαν. ἔδωκε δὲ αὐτῇ Κάδμος πέπλον καὶ τὸν ἡφαιστότευκτον ὅρμον, ὃν ὑπὸ Ἡφαίστου λέγουσί τινες δοθῆναι Κάδμῳ, Φερεκύδης δὲ ὑπὸ Εὐρώπης: ὃν παρὰ Διὸς αὐτὴν λαβεῖν. γίνονται δὲ Κάδμῳ θυγατέρες μὲν Αὐτονόη Ἰνὼ Σεμέλη Ἀγαυή, παῖς δὲ Πολύδωρος. Ἰνὼ μὲν οὖν Ἀθάμας ἔγημεν, Αὐτονόην δὲ Ἀρισταῖος, Ἀγαυὴν δὲ Ἐχίων.
[2] But Cadmus, to atone for the slaughter, served Ares for an eternal year; and the year was then equivalent to eight years of our reckoning.After his servitude Athena procured for him the kingdom, and Zeus gave him to wife Harmonia, daughter of Aphrodite and Ares. And all the gods quitted the sky, and feasting in the Cadmea celebrated the marriage with hymns. Cadmus gave her a robe and the necklace wrought by Hephaestus, which some say was given to Cadmus by Hephaestus, but Pherecydes says that it was given by Europa, who had received it from Zeus. And to Cadmus were born daughters, Autonoe, Ino, Semele, Agave, and a son Polydorus. Ino was married to Athamas, Autonoe to Aristaeus, and Agave to Echion.
[3] Σεμέλης δὲ Ζεὺς ἐρασθεὶς Ἥρας κρύφα συνευνάζεται. ἡ δὲ ἐξαπατηθεῖσα ὑπὸ Ἥρας, κατανεύσαντος αὐτῇ Διὸς πᾶν τὸ αἰτηθὲν ποιήσειν, αἰτεῖται τοιοῦτον αὐτὸν ἐλθεῖν οἷος ἦλθε μνηστευόμενος Ἥραν. Ζεὺς δὲ μὴ δυνάμενος ἀνανεῦσαι παραγίνεται εἰς τὸν θάλαμον αὐτῆς ἐφ᾽ ἅρματος ἀστραπαῖς ὁμοῦ καὶ βρονταῖς, καὶ κεραυνὸν ἵησιν. Σεμέλης δὲ διὰ τὸν φόβον ἐκλιπούσης, ἑξαμηνιαῖον τὸ βρέφος ἐξαμβλωθὲν ἐκ τοῦ πυρὸς ἁρπάσας ἐνέρραψε τῷ μηρῷ. ἀποθανούσης δὲ Σεμέλης, αἱ λοιπαὶ Κάδμου θυγατέρες διήνεγκαν λόγον, συνηυνῆσθαι θνητῷ τινι Σεμέλην καὶ καταψεύσασθαι Διός, καὶ ὅτι διὰ τοῦτο ἐκεραυνώθη. κατὰ δὲ τὸν χρόνον τὸν καθήκοντα Διόνυσον γεννᾷ Ζεὺς λύσας τὰ ῥάμματα, καὶ δίδωσιν Ἑρμῇ. ὁ δὲ κομίζει πρὸς Ἰνὼ καὶ Ἀθάμαντα καὶ πείθει τρέφειν ὡς κόρην. ἀγανακτήσασα δὲ Ἥρα μανίαν αὐτοῖς ἐνέβαλε, καὶ Ἀθάμας μὲν τὸν πρεσβύτερον παῖδα Λέαρχον ὡς ἔλαφον θηρεύσας ἀπέκτεινεν, Ἰνὼ δὲ τὸν Μελικέρτην εἰς πεπυρωμένον λέβητα ῥίψασα, εἶτα βαστάσασα μετὰ νεκροῦ τοῦ παιδὸς ἥλατο κατὰ βυθοῦ. καὶ Λευκοθέα μὲν αὐτὴν καλεῖται, Παλαίμων δὲ ὁ παῖς, οὕτως ὀνομασθέντες ὑπὸ τῶν πλεόντων: τοῖς χειμαζομένοις γὰρ βοηθοῦσιν. ἐτέθη δὲ ἐπὶ Μελικέρτῃ ὁ ἀγὼν τῶν Ἰσθμίων, Σισύφου θέντος. Διόνυσον δὲ Ζεὺς εἰς ἔριφον ἀλλάξας τὸν Ἥρας θυμὸν ἔκλεψε, καὶ λαβὼν αὐτὸν Ἑρμῆς πρὸς νύμφας ἐκόμισεν ἐν Νύσῃ κατοικούσας τῆς Ἀσίας, ἃς ὕστερον Ζεὺς καταστερίσας ὠνόμασεν Ὑάδας.
[3] But Zeus loved Semele and bedded with her unknown to Hera. Now Zeus had agreed to do for her whatever she asked, and deceived by Hera she asked that he would come to her as he came when he was wooing Hera. Unable to refuse, Zeus came to her bridal chamber in a chariot, with lightnings and thunderings, and launched a thunderbolt. But Semele expired of fright, and Zeus, snatching the sixth-month abortive child from the fire, sewed it in his thigh. On the death of Semele the other daughters of Cadmus spread a report that Semele had bedded with a mortal man, and had falsely accused Zeus, and that therefore she had been blasted by thunder. But at the proper time Zeus undid the stitches and gave birth to Dionysus, and entrusted him to Hermes. And he conveyed him to Ino and Athamas, and persuaded them to rear him as a girl. But Hera indignantly drove them mad, and Athamas hunted his elder son Learchus as a deer and killed him, and Ino threw Melicertes into a boiling cauldron, then carrying it with the dead child she sprang into the deep. And she herself is called Leucothea, and the boy is called Palaemon, such being the names they get from sailors; for they succour storm-tossed mariners. And the Isthmian games were instituted by Sisyphus in honor of Melicertes. But Zeus eluded the wrath of Hera by turning Dionysus into a kid, and Hermes took him and brought him to the nymphs who dwelt at Nysa in Asia, whom Zeus afterwards changed into stars and named them the Hyades.
[4] Αὐτονόης δὲ καὶ Ἀρισταίου παῖς Ἀκταίων ἐγένετο, ὃς τραφεὶς παρὰ Χείρωνι κυνηγὸς ἐδιδάχθη, καὶ ἔπειτα ὕστερον ἐν τῷ Κιθαιρῶνι κατεβρώθη ὑπὸ τῶν ἰδίων κυνῶν. καὶ τοῦτον ἐτελεύτησε τὸν τρόπον, ὡς μὲν Ἀκουσίλαος λέγει, μηνίσαντος τοῦ Διὸς ὅτι ἐμνηστεύσατο Σεμέλην, ὡς δὲ οἱ πλείονες, ὅτι τὴν Ἄρτεμιν λουομένην εἶδε. καί φασι τὴν θεὸν παραχρῆμα αὐτοῦ τὴν μορφὴν εἰς ἔλαφον ἀλλάξαι, καὶ τοῖς ἑπομένοις αὐτῷ πεντήκοντα κυσὶν ἐμβαλεῖν λύσσαν, ὑφ᾽ ὧν κατὰ ἄγνοιαν ἐβρώθη. ἀπολομένου δὲ Ἀκταίωνος οἱ κύνες ἐπιζητοῦντες τὸν δεσπότην κατωρύοντο, καὶ ζήτησιν ποιούμενοι παρεγένοντο ἐπὶ τὸ τοῦ Χείρωνος ἄντρον, ὃς εἴδωλον κατεσκεύασεν Ἀκταίωνος, ὃ καὶ τὴν λύπην αὐτῶν ἔπαυσε. “τὰ ὀνόματα τῶν Ἀκταίωνος κυνῶν ἐκ τῶν… οὕτωδὴ νῦν καλὸν σῶμα περισταδόν, ἠύτε θῆρος,τοῦδε δάσαντο κύνες κρατεροί. πέλας † Ἄρκενα πρώτη…. μετὰ ταύτην ἄλκιμα τέκνα,Λυγκεὺς καὶ Βαλίος πόδας αἰνετός, ἠδ᾽ Ἀμάρυνθος. — καὶ τούτους ὀνομαστὶ διηνεκέως κατέλεξε:καὶ τότε Ἀκταίων ἔθανεν Διὸς ἐννεσίῃσι.πρῶτοι γὰρ μέλαν αἷμα πίον σφετέροιο ἄνακτοςΣπαρτός τ᾽ Ὤμαργός τε Βορῆς τ᾽ αἰψηροκέλευθος.οὗτοι δ᾽Ἀκταίου πρῶτοι φάγον αἷμα τ᾽ ἔλαψαν.τοὺς δὲ μέτ᾽ ἄλλοι πάντες ἐπέσσυθεν ἐμμεμαῶτες. — … ἀργαλέων ὀδυνῶν ἄκος ἔμμεναι ἀνθρώποισιν.”
[4] Autonoe and Aristaeus had a son Actaeon, who was bred by Chiron to be a hunter and then afterwards was devoured on Cithaeron by his own dogs. He perished in that way, according to Acusilaus, because Zeus was angry at him for wooing Semele; but according to the more general opinion, it was because he saw Artemis bathing. And they say that the goddess at once transformed him into a deer, and drove mad the fifty dogs in his pack, which devoured him unwittingly. Actaeon being gone, the dogs sought their master howling lamentably, and in the search they came to the cave of Chiron, who fashioned an image of Actaeon, which soothed their grief.” [ The names of Actaeon’s dogs from the . . . . So Now surrounding his fair body, as it were that of a beast, The strong dogs rent it. Near Arcena first. . . . . after her a mighty brood, Lynceus and Balius goodly-footed, and Amarynthus. — And these he enumerated continuously by name. And then Actaeon perished at the instigation of Zeus. For the first that drank their master’s black blood Were Spartus and Omargus and Bores, the swift on the track. These first ate of Actaeon and lapped his blood. And after them others rushed on him eagerly . . . . To be a remedy for grievous pains to men. ] “unknown
[1] Διόνυσος δὲ εὑρετὴς ἀμπέλου γενόμενος, Ἥρας μανίαν αὐτῷ ἐμβαλούσης περιπλανᾶται Αἴγυπτόν τε καὶ Συρίαν. καὶ τὸ μὲν πρῶτον Πρωτεὺς αὐτὸν ὑποδέχεται βασιλεὺς Αἰγυπτίων, αὖθις δὲ εἰς Κύβελα τῆς Φρυγίας ἀφικνεῖται, κἀκεῖ καθαρθεὶς ὑπὸ Ῥέας καὶ τὰς τελετὰς ἐκμαθών, καὶ λαβὼν παρ᾽ ἐκείνης τὴν στολήν, ἐπὶ Ἰνδοὺς διὰ τῆς Θράκης ἠπείγετο. Λυκοῦργος δὲ παῖς Δρύαντος, Ἠδωνῶν βασιλεύων, οἳ Στρυμόνα ποταμὸν παροικοῦσι, πρῶτος ὑβρίσας ἐξέβαλεν αὐτόν. καὶ Διόνυσος μὲν εἰς θάλασσαν πρὸς Θέτιν τὴν Νηρέως κατέφυγε, Βάκχαι δὲ ἐγένοντο αἰχμάλωτοι καὶ τὸ συνεπόμενον Σατύρων πλῆθος αὐτῷ. αὖθις δὲ αἱ Βάκχαι ἐλύθησαν ἐξαίφνης, Λυκούργῳ δὲ μανίαν ἐνεποίησε Διόνυσος. ὁ δὲ μεμηνὼς Δρύαντα τὸν παῖδα, ἀμπέλου νομίζων κλῆμα κόπτειν, πελέκει πλήξας ἀπέκτεινε, καὶ ἀκρωτηριάσας αὐτὸν ἐσωφρόνησε. τῆς δὲ γῆς ἀκάρπου μενούσης, ἔχρησεν ὁ θεὸς καρποφορήσειν αὐτήν, ἂν θανατωθῇ Λυκοῦργος. Ἠδωνοὶ δὲ ἀκούσαντες εἰς τὸ Παγγαῖον αὐτὸν ἀπαγαγόντες ὄρος ἔδησαν, κἀκεῖ κατὰ Διονύσου βούλησιν ὑπὸ ἵππων διαφθαρεὶς ἀπέθανε.
[1] Dionysus discovered the vine, and being driven mad by Hera he roamed about Egypt and Syria. At first he was received by Proteus, king of Egypt, but afterwards he arrived at Cybela in Phrygia. And there, after he had been purified by Rhea and learned the rites of initiation, he received from her the costume and hastened through Thrace against the Indians. But Lycurgus, son of Dryas, was king of the Edonians, who dwell beside the river Strymon, and he was the first who insulted and expelled him. Dionysus took refuge in the sea with Thetis, daughter of Nereus, and the Bacchanals were taken prisoners together with the multitude of Satyrs that attended him. But afterwards the Bacchanals were suddenly released, and Dionysus drove Lycurgus mad. And in his madness he struck his son Dryas dead with an axe, imagining that he was lopping a branch of a vine, and when he had cut off his son’s extremities, he recovered his senses. But the land remaining barren, the god declared oracularly that it would bear fruit if Lycurgus were put to death. On hearing that, the Edonians led him to Mount Pangaeum and bound him, and there by the will of Dionysus he died, destroyed by horses.
[2] διελθὼν δὲ Θρᾴκην καὶ τὴν Ἰνδικὴν ἅπασαν, στήλας ἐκεῖ στήσας ἧκεν εἰς Θήβας, καὶ τὰς γυναῖκας ἠνάγκασε καταλιπούσας τὰς οἰκίας βακχεύειν ἐν τῷ Κιθαιρῶνι. Πενθεὺς δὲ γεννηθεὶς ἐξ Ἀγαυῆς Ἐχίονι, παρὰ Κάδμου εἰληφὼς τὴν βασιλείαν, διεκώλυε ταῦτα γίνεσθαι, καὶ παραγενόμενος εἰς Κιθαιρῶνα τῶν Βακχῶν κατάσκοπος ὑπὸ τῆς μητρὸς Ἀγαυῆς κατὰ μανίαν ἐμελίσθη: ἐνόμισε γὰρ αὐτὸν θηρίον εἶναι. δείξας δὲ Θηβαίοις ὅτι θεός ἐστιν, ἧκεν εἰς Ἄργος, κἀκεῖ πάλιν οὐ τιμώντων αὐτὸν ἐξέμηνε τὰς γυναῖκας. αἱ δὲ ἐν τοῖς ὄρεσι τοὺς ἐπιμαστιδίους ἔχουσαι παῖδας τὰς σάρκας αὐτῶν ἐσιτοῦντο.
[2] Having traversed Thrace and the whole of India and set up pillars there, he came to Thebes, and forced the women to abandon their houses and rave in Bacchic frenzy on Cithaeron. But Pentheus, whom Agave bore to Echion, had succeeded Cadmus in the kingdom, and he attempted to put a stop to these proceedings. And coming to Cithaeron to spy on the Bacchanals, he was torn limb from limb by his mother Agave in a fit of madness; for she thought he was a wild beast. And having shown the Thebans that he was a god, Dionysus came to Argos, and there again, because they did not honor him, he drove the women mad, and they on the mountains devoured the flesh of the infants whom they carried at their breasts.
[3] βουλόμενος δὲ ἀπὸ τῆς Ἰκαρίας εἰς Νάξον διακομισθῆναι, Τυρρηνῶν λῃστρικὴν ἐμισθώσατο τριήρη. οἱ δὲ αὐτὸν ἐνθέμενοι Νάξον μὲν παρέπλεον, ἠπείγοντο δὲ εἰς τὴν Ἀσίαν ἀπεμπολήσοντες. ὁ δὲ τὸν μὲν ἱστὸν καὶ τὰς κώπας ἐποίησεν ὄφεις, τὸ δὲ σκάφος ἔπλησε κισσοῦ καὶ βοῆς αὐλῶν: οἱ δὲ ἐμμανεῖς γενόμενοι κατὰ τῆς θαλάττης ἔφυγον καὶ ἐγένοντο δελφῖνες. ὣς δὲ αὐτὸν θεὸν ἄνθρωποι ἐτίμων, ὁ δὲ ἀναγαγὼν ἐξ Ἅιδου τὴν μητέρα, καὶ προσαγορεύσας Θυώνην, μετ᾽ αὐτῆς εἰς οὐρανὸν ἀνῆλθεν.
[3] And wishing to be ferried across from Icaria to Naxos he hired a pirate ship of Tyrrhenians. But when they had put him on board, they sailed past Naxos and made for Asia, intending to sell him. Howbeit, he turned the mast and oars into snakes, and filled the vessel with ivy and the sound of flutes. And the pirates went mad, and leaped into the sea, and were turned into dolphins. Thus men perceived that he was a god and honored him; and having brought up his mother from Hades and named her Thyone, he ascended up with her to heaven.
[4] ὁ δὲ Κάδμος μετὰ Ἁρμονίας Θήβας ἐκλιπὼν πρὸς Ἐγχελέας παραγίνεται. τούτοις δὲ ὑπὸ Ἰλλυριῶν πολεμουμένοις ὁ θεὸς ἔχρησεν Ἰλλυριῶν κρατήσειν, ἐὰν ἡγεμόνας Κάδμον καὶ Ἁρμονίαν ἔχωσιν. οἱ δὲ πεισθέντες ποιοῦνται κατὰ Ἰλλυριῶν ἡγεμόνας τούτους καὶ κρατοῦσι. καὶ βασιλεύει Κάδμος Ἰλλυριῶν, καὶ παῖς Ἰλλυριὸς αὐτῷ γίνεται. αὖθις δὲ μετὰ Ἁρμονίας εἰς δράκοντα μεταβαλὼν εἰς Ἠλύσιον πεδίον ὑπὸ Διὸς ἐξεπέμφθη.
[4] But Cadmus and Harmonia quitted Thebes and went to the Encheleans. As the Encheleans were being attacked by the Illyrians, the god declared by an oracle that they would get the better of the Illyrians if they had Cadmus and Harmonia as their leaders. They believed him, and made them their leaders against the Illyrians, and got the better of them. And Cadmus reigned over the Illyrians, and a son Illyrius was born to him. But afterwards he was, along with Harmonia, turned into a serpent and sent away by Zeus to the Elysian Fields.
[5] Πολύδωρος δὲ Θηβῶν βασιλεὺς γενόμενος Νυκτηίδα γαμεῖ, Νυκτέως τοῦ Χθονίου θυγατέρα, καὶ γεννᾷ Λάβδακον. οὗτος ἀπώλετο, μετὰ Πενθέα ἐκείνῳ φρονῶν παραπλήσια. καταλιπόντος δὲ Λαβδάκου παῖδα ἐνιαυσιαῖον Λάιον, τὴν ἀρχὴν ἀφείλετο Λύκος, ἕως οὗτος ἦν παῖς, ἀδελφὸς ὢν Νυκτέως. ἀμφότεροι δὲ ἀπὸ Εὐβοίας φυγὸντες, ἐπεὶ Φλεγύαν ἀπέκτειναν τὸν Ἄρεος καὶ Δωτίδος τῆς Βοιωτίδος, Ὑρίαν κατῴκουν, καὶ … διὰ τὴν πρὸς Πενθέα οἰκειότητα ἐγεγόνεσαν πολῖται. αἱρεθεὶς οὖν Λύκος πολέμαρχος ὑπὸ Θηβαίων ἐπέθετο τῇ δυναστείᾳ, καὶ βασιλεύσας ἔτη εἴκοσι, φονευθεὶς ὑπὸ Ζήθου καὶ Ἀμφίονος θνήσκει δι᾽ αἰτίαν τήνδε. Ἀντιόπη θυγάτηρ ἦν Νυκτέως: ταύτῃ Ζεὺς συνῆλθεν. ἡ δὲ ὡς ἔγκυος ἐγένετο, τοῦ πατρὸς ἀπειλοῦντος εἰς Σικυῶνα ἀποδιδράσκει πρὸς Ἐπωπέα καὶ τούτῳ γαμεῖται. Νυκτεὺς δὲ ἀθυμήσας ἑαυτὸν φονεύει, δοὺς ἐντολὰς Λύκῳ παρὰ Ἐπωπέως καὶ παρὰ Ἀντιόπης λαβεῖν δίκας. ὁ δὲ στρατευσάμενος Σικυῶνα χειροῦται, καὶ τὸν μὲν Ἐπωπέα κτείνει, τὴν δὲ Ἀντιόπην ἤγαγεν αἰχμάλωτον. ἡ δὲ ἀγομένη δύο γεννᾷ παῖδας ἐν Ἐλευθεραῖς τῆς Βοιωτίας, οὓς ἐκκειμένους εὑρὼν βουκόλος ἀνατρέφει, καὶ τὸν μὲν καλεῖ Ζῆθον τὸν δὲ Ἀμφίονα. Ζῆθος μὲν οὖν ἐπεμελεῖτο βουφορβίων, Ἀμφίων δὲ κιθαρῳδίαν ἤσκει, δόντος αὐτῷ λύραν Ἑρμοῦ. Ἀντιόπην δὲ ᾐκίζετο Λύκος καθείρξας καὶ ἡ τούτου γυνὴ Δίρκη: λαθοῦσα δέ ποτε, τῶν δεσμῶν αὐτομάτως λυθέντων, ἧκεν ἐπὶ τὴν τῶν παίδων ἔπαυλιν, δεχθῆναι πρὸς αὐτῶν θέλουσα. οἱ δὲ ἀναγνωρισάμενοι τὴν μητέρα, τὸν μὲν Λύκον κτείνουσι, τὴν δὲ Δίρκην δήσαντες ἐκ ταύρου ῥίπτουσι θανοῦσαν εἰς κρήνην τὴν ἀπ᾽ ἐκείνης καλουμένην Δίρκην. παραλαβόντες δὲ τὴν δυναστείαν τὴν μὲν πόλιν ἐτείχισαν, ἐπακολουθησάντων τῇ Ἀμφίονος λύρᾳ τῶν λίθων, Λάιον δὲ ἐξέβαλον. ὁ δὲ ἐν Πελοποννήσῳ διατελῶν ἐπιξενοῦται Πέλοπι, καὶ τούτου παῖδα Χρύσιππον ἁρματοδρομεῖν διδάσκων ἐρασθεὶς ἀναρπάζει.
[5] Polydorus, having become king of Thebes, married Nycteis, daughter of Nycteus, son of Chthonius, and begat Labdacus, who perished after Pentheus because he was like-minded with him. But Labdacus having left a year -old son, Laius, the government was usurped by Lycus, brother of Nycteus, so long as Laius was a child. Both of them had fled [ from Euboea] because they had killed Phlegyas, son of Ares and Dotis the Boeotian, and they took up their abode at Hyria, and thence having come to Thebes, they were enrolled as citizens through their friendship with Pentheus. So after being chosen commander-in-chief by the Thebans, Lycus compassed the supreme power and reigned for twenty years, but was murdered by Zethus and Amphion for the following reason. Antiope was a daughter of Nycteus, and Zeus had intercourse with her. When she was with child, and her father threatened her, she ran away to Epopeus at Sicyon and was married to him. In a fit of despondency Nycteus killed himself, after charging Lycus to punish Epopeus and Antiope. Lycus marched against Sicyon, subdued it, slew Epopeus, and led Antiope away captive. On the way she gave birth to two sons at Eleurethae in Boeotia. The infants were exposed, but a neatherd found and reared them, and he called the one Zethus and the other Amphion. Now Zethus paid attention to cattle-breeding, but Amphion practised minstrelsy, for Hermes had given him a lyre. But Lycus and his wife Dirce imprisoned Antiope and treated her despitefully. Howbeit, one day her bonds were loosed of themselves, and unknown to her keepers she came to her sons cottage, begging that they would take her in. They recognized their mother and slew Lycus, but Dirce they tied to a bull, and flung her dead body into the spring that is called Dirce after her. And having succeeded to the sovereignty they fortified the city, the stones following Amphion’s lyre; and they expelled Laius. He resided in Peloponnese, being hospitably received by Pelops; and while he taught Chrysippus, the son of Pelops, to drive a chariot, he conceived a passion for the lad and carried him off.
[6] γαμεῖ δὲ Ζῆθος μὲν Θήβην, ἀφ᾽ ἧς ἡ πόλις Θῆβαι, Ἀμφίων δὲ Νιόβην τὴν Ταντάλου, ἣ γεννᾷ παῖδας μὲν ἑπτά, Σίπυλον Εὐπίνυτον Ἰσμηνὸν Δαμασίχθονα Ἀγήνορα Φαίδιμον Τάνταλον, θυγατέρας δὲ τὰς ἴσας, Ἐθοδαΐαν (ἢ ὥς τινες Νέαιραν) Κλεόδοξαν Ἀστυόχην Φθίαν Πελοπίαν Ἀστυκράτειαν Ὠγυγίαν. Ἡσίοδος δὲ δέκα μὲν υἱοὺς δέκα δὲ θυγατέρας, Ἡρόδωρος δὲ δύο μὲν ἄρρενας τρεῖς δὲ θηλείας, Ὅμηρος δὲ ἓξ μὲν υἱοὺς ἓξ δὲ θυγατέρας φησὶ γενέσθαι. εὔτεκνος δὲ οὖσα Νιόβη τῆς Λητοῦς εὐτεκνοτέρα εἶπεν ὑπάρχειν: Λητὼ δὲ ἀγανακτήσασα τήν τε Ἄρτεμιν καὶ τὸν Ἀπόλλωνα κατ᾽ αὐτῶν παρώξυνε, καὶ τὰς μὲν θηλείας ἐπὶ τῆς οἰκίας κατετόξευσεν Ἄρτεμις, τοὺς δὲ ἄρρενας κοινῇ πάντας ἐν Κιθαιρῶνι Ἀπόλλων κυνηγετοῦντας ἀπέκτεινεν. ἐσώθη δὲ τῶν μὲν ἀρρένων Ἀμφίων, τῶν δὲ θηλειῶν Χλωρὶς ἡ πρεσβυτέρα, ᾗ Νηλεὺς συνῴκησε. κατὰ δὲ Τελέσιλλαν ἐσώθησαν Ἀμύκλας καὶ Μελίβοια, ἐτοξεύθη δὲ ὑπ᾽ αὐτῶν καὶ Ἀμφίων, αὐτὴ δὲ Νιόβη Θήβας ἀπολιποῦσα πρὸς τὸν πατέρα Τάνταλον ἧκεν εἰς Σίπυλον, κἀκεῖ Διὶ εὐξαμένη τὴν μορφὴν εἰς λίθον μετέβαλε, καὶ χεῖται δάκρυα νύκτωρ καὶ μεθ᾽ ἡμέραν τοῦ λίθου.
[6] Zethus married Thebe, after whom the city of Thebes is named; and Amphion married Niobe, daughter of Tantalus, who bore seven sons, Sipylus, Eupinytus, Ismenus, Damasichthon, Agenor, Phaedimus, Tantalus, and the same number of daughters, Ethodaia ( or, as some say, Neaera), Cleodoxa, Astyoche, Phthia, Pelopia, Astycratia, and Ogygia, But Hesiod says that they had ten sons and ten daughters; Herodorus that they had two male children and three female; and Homer that they had six sons and six daughters. Being blessed with children, Niobe said that she was more blessed with children than Latona. Stung by the taunt, Latona incited Artemis and Apollo against them, and Artemis shot down the females in the house, and Apollo killed all the males together as they were hunting on Cithaeron. Of the males Amphion alone was saved, and of the females Chloris the elder, whom Neleus married. But according to Telesilla there were saved Amyclas and Meliboea, and Amphion also was shot by them. But Niobe herself quitted Thebes and went to her father Tantalus at Sipylus, and there, on praying to Zeus, she was transformed into a stone, and tears flow night and day from the stone.
[7] μετὰ δὲ τὴν Ἀμφίονος τελευτὴν Λάιος τὴν βασιλείαν παρέλαβε. καὶ γήμας θυγατέρα Μενοικέως, ἣν ἔνιοι μὲν Ἰοκάστην ἔνιοι δὲ Ἐπικάστην λέγουσι, χρήσαντος τοῦ θεοῦ μὴ γεννᾶν (τὸν γεννηθέντα γὰρ πατροκτόνον ἔσεσθαι) ὁ δὲ οἰνωθεὶς συνῆλθε τῇ γυναικί. καὶ τὸ γεννηθὲν ἐκθεῖναι δίδωσι νομεῖ, περόναις διατρήσας τὰ σφυρά. ἀλλ᾽ οὗτος μὲν ἐξέθηκεν εἰς Κιθαιρῶνα, Πολύβου δὲ βουκόλοι, τοῦ Κορινθίων βασιλέως, τὸ βρέφος εὑρόντες πρὸς τὴν αὐτοῦ γυναῖκα Περίβοιαν ἤνεγκαν. ἡ δὲ ἀνελοῦσα ὑποβάλλεται, καὶ θεραπεύσασα τὰ σφυρὰ Οἰδίπουν καλεῖ, τοῦτο θεμένη τὸ ὄνομα διὰ τὸ τοὺς πόδας ἀνοιδῆσαι. τελειωθεὶς δὲ ὁ παῖς, καὶ διαφέρων τῶν ἡλίκων ῥώμῃ, διὰ φθόνον ὠνειδίζετο ὑπόβλητος. ὁ δὲ πυνθανόμενος παρὰ τῆς Περιβοίας μαθεῖν οὐκ ἠδύνατο: ἀφικόμενος δὲ εἰς Δελφοὺς περὶ τῶν ἰδίων ἐπυνθάνετο γονέων. ὁ δὲ θεὸς εἶπεν αὐτῷ εἰς τὴν πατρίδα μὴ πορεύεσθαι: τὸν μὲν γὰρ πατέρα φονεύσειν, τῇ μητρὶ δὲ μιγήσεσθαι. τοῦτο ἀκούσας, καὶ νομίζων ἐξ ὧν ἐλέγετο γεγεννῆσθαι, Κόρινθον μὲν ἀπέλιπεν, ἐφ᾽ ἅρματος δὲ διὰ τῆς Φωκίδος φερόμενος συντυγχάνει κατά τινα στενὴν ὁδὸν ἐφ᾽ ἅρματος ὀχουμένῳ Λαΐῳ. καὶ Πολυφόντου (κῆρυξ δὲ οὗτος ἦν Λαΐου) κελεύοντος ἐκχωρεῖν καὶ δι᾽ ἀπείθειαν καὶ ἀναβολὴν κτείναντος τῶν ἵππων τὸν ἕτερον, ἀγανακτήσας Οἰδίπους καὶ Πολυφόντην καὶ Λάιον ἀπέκτεινε, καὶ παρεγένετο εἰς Θήβας.
[7] After Amphion’s death Laius succeeded to the kingdom. And he married a daughter of Menoeceus; some say that she was Jocasta, and some that she was Epicasta. The oracle had warned him not to beget a son, for the son that should be begotten would kill his father; nevertheless, flushed with wine, he had intercourse with his wife. And when the babe was born he pierced the child’s ankles with brooches and gave it to a herdsman to expose. But the herdsman exposed it on Cithaeron; and the neatherds of Polybus, king of Corinth, found the infant and brought it to his wife Periboea. She adopted him and passed him off as her own, and after she had healed his ankles she called him Oedipus, giving him that name on account of his swollen feet. When the boy grew up and excelled his fellows in strength, they spitefully twitted him with being supposititious. He inquired of Periboea, but could learn nothing; so he went to Delphi and inquired about his true parents. The god told him not to go to his native land, because he would murder his father and lie with his mother. On hearing that, and believing himself to be the son of his nominal parents, he left Corinth, and riding in a chariot through Phocis he fell in with Laius driving in a chariot in a certain narrow road. And when Polyphontes, the herald of Laius, ordered him to make way and killed one of his horses because he disobeyed and delayed, Oedipus in a rage killed both Polyphontes and Laius, and arrived in Thebes.
[8] Λάιον μὲν οὖν θάπτει βασιλεὺς Πλαταιέων Δαμασίστρατος, τὴν δὲ βασιλείαν Κρέων ὁ Μενοικέως παραλαμβάνει. τούτου δὲ βασιλεύοντος οὐ μικρὰ συμφορὰ κατέσχε Θήβας. ἔπεμψε γὰρ Ἥρα Σφίγγα, ἣ μητρὸς μὲν Ἐχίδνης ἦν πατρὸς δὲ Τυφῶνος, εἶχε δὲ πρόσωπον μὲν γυναικός, στῆθος δὲ καὶ βάσιν καὶ οὐρὰν λέοντος καὶ πτέρυγας ὄρνιθος. μαθοῦσα δὲ αἴνιγμα παρὰ μουσῶν ἐπὶ τὸ Φίκιον ὄρος ἐκαθέζετο, καὶ τοῦτο προύτεινε Θηβαίοις. ἦν δὲ τὸ αἴνιγμα: τί ἐστιν ὃ μίαν ἔχον φωνὴν τετράπουν καὶ δίπουν καὶ τρίπουν γίνεται: χρησμοῦ δὲ Θηβαίοις ὑπάρχοντος τηνικαῦτα ἀπαλλαγήσεσθαι τῆς Σφιγγὸς ἡνίκα ἂν τὸ αἴνιγμα λύσωσι, συνιόντες εἰς ταὐτὸ πολλάκις ἐζήτουν τί τὸ λεγόμενόν ἐστιν, ἐπεὶ δὲ μὴ εὕρισκον, ἁρπάσασα ἕνα κατεβίβρωσκε. πολλῶν δὲ ἀπολομένων, καὶ τὸ τελευταῖον Αἵμονος τοῦ Κρέοντος, κηρύσσει Κρέων τῷ τὸ αἴνιγμα λύσοντι καὶ τὴν βασιλείαν καὶ τὴν Λαΐου δώσειν γυναῖκα. Οἰδίπους δὲ ἀκούσας ἔλυσεν, εἰπὼν τὸ αἴνιγμα τὸ ὑπὸ τῆς Σφιγγὸς λεγόμενον ἄνθρωπον εἶναι: γίνεσθαι, γὰρ τετράπουν βρέφος ὄντα τοῖς τέτταρσιν ὀχούμενον κώλοις, τελειούμενον δὲ δίπουν, γηρῶντα δὲ τρίτην προσλαμβάνειν βάσιν τὸ βάκτρον. ἡ μὲν οὖν Σφὶγξ ἀπὸ τῆς ἀκροπόλεως ἑαυτὴν ἔρριψεν, Οἰδίπους δὲ καὶ τὴν βασιλείαν παρέλαβε καὶ τὴν μητέρα ἔγημεν ἀγνοῶν, καὶ παῖδας ἐτέκνωσεν ἐξ αὐτῆς Πολυνείκη καὶ Ἐτεοκλέα, θυγατέρας δὲ Ἰσμήνην καὶ Ἀντιγόνην. εἰσὶ δὲ οἳ γεννηθῆναι τὰ τέκνα φασὶν ἐξ Εὐρυγανείας αὐτῷ τῆς Ὑπέρφαντος.
[8] Laius was buried by Damasistratus, king of Plataea, and Creon, son of Menoeceus, succeeded to the kingdom. In his reign a heavy calamity befell Thebes. For Hera sent the Sphinx, whose mother was Echidna and her father Typhon; and she had the face of a woman, the breast and feet and tail of a lion, and the wings of a bird. And having learned a riddle from the Muses, she sat on Mount Phicium, and propounded it to the Thebans. And the riddle was this: — What is that which has one voice and yet becomes four-footed and two-footed and three-footed? Now the Thebans were in possession of an oracle which declared that they should be rid of the Sphinx whenever they had read her riddle; so they often met and discussed the answer, and when they could not find it the Sphinx used to snatch away one of them and gobble him up. When many had perished, and last of all Creon’s son Haemon, Creon made proclamation that to him who should read the riddle he would give both the kingdom and the wife of Laius. On hearing that, Oedipus found the solution, declaring that the riddle of the Sphinx referred to man; for as a babe he is four-footed, going on four limbs, as an adult he is two-footed, and as an old man he gets besides a third support in a staff. So the Sphinx threw herself from the citadel, and Oedipus both succeeded to the kingdom and unwittingly married his mother, and begat sons by her, Polynices and Eteocles, and daughters, Ismene and Antigone. But some say the children were borne to him by Eurygania, daughter of Hyperphas.
[9] φανέντων δὲ ὕστερον τῶν λανθανόντων, Ἰοκάστη μὲν ἐξ ἀγχόνης ἑαυτὴν ἀνήρτησεν, Οἰδίπους δὲ τὰς ὄψεις τυφλώσας ἐκ Θηβῶν ἠλαύνετο, ἀρὰς τοῖς παισὶ θέμενος, οἳ τῆς πόλεως αὐτὸν ἐκβαλλόμενον θεωροῦντες οὐκ ἐπήμυναν. παραγενόμενος δὲ σὺν Ἀντιγόνῃ τῆς Ἀττικῆς εἰς Κολωνόν, ἔνθα τὸ τῶν Εὐμενίδων ἐστὶ τέμενος, καθίζει ἱκέτης, προσδεχθεὶς ὑπὸ Θησέως, καὶ μετ᾽ οὐ πολὺν χρόνον ἀπέθανεν.
[9] When the secret afterwards came to light, Jocasta hanged herself in a noose, and Oedipus was driven from Thebes, after he had put out his eyes and cursed his sons, who saw him cast out of the city without lifting a hand to help him. And having come with Antigone to Colonus in Attica, where is the precinct of the Eumenides, he sat down there as a suppliant, was kindly received by Theseus, and died not long afterwards.
[1] Ἐτεοκλῆς δὲ καὶ Πολυνείκης περὶ τῆς βασιλείας συντίθενται πρὸς ἀλλήλους, καὶ αὐτοῖς δοκεῖ τὸν ἕτερον παρ᾽ ἐνιαυτὸν ἄρχειν. τινὲς μὲν οὖν λέγουσι πρῶτον ἄρξαντα Πολυνείκη παραδοῦναι μετ᾽ ἐνιαυτὸν τὴν βασιλείαν Ἐτεοκλεῖ, τινὲς δὲ πρῶτον Ἐτεοκλέα ἄρξαντα μὴ βούλεσθαι παραδοῦναι τὴν βασιλείαν. φυγαδευθεὶς οὖν Πολυνείκης ἐκ Θηβῶν ἧκεν εἰς Ἄργος, τόν τε ὅρμον καὶ τὸν πέπλον ἔχων. ἐβασίλευε δὲ Ἄργους Ἄδραστος ὁ Ταλαοῦ: καὶ τοῖς τούτου βασιλείοις νύκτωρ προσπελάζει, καὶ συνάπτει μάχην Τυδεῖ τῷ Οἰνέως φεύγοντι Καλυδῶνα. γενομένης δὲ ἐξαίφνης βοῆς ἐπιφανεὶς Ἄδραστος διέλυσεν αὐτούς, καὶ μάντεώς τινος ὑπομνησθεὶς λέγοντος αὐτῷ κάπρῳ καὶ λέοντι συζεῦξαι τὰς θυγατέρας, ἀμφοτέρους εἵλετο νυμφίους: εἶχον γὰρ ἐπὶ τῶν ἀσπίδων ὁ μὲν κάπρου προτομὴν ὁ δὲ λέοντος. γαμεῖ δὲ Δηιπύλην μὲν Τυδεὺς Ἀργείην δὲ Πολυνείκης, καὶ αὐτοὺς Ἄδραστος ἀμφοτέρους εἰς τὰς πατρίδας ὑπέσχετο κατάξειν. καὶ πρῶτον ἐπὶ Θήβας ἔσπευδε στρατεύεσθαι, καὶ τοὺς ἀριστέας συνήθροιζεν.
[1] Now Eteocles and Polynices made a compact with each other concerning the kingdom and resolved that each should rule alternately for a year at a time. Some say that Polynices was the first to rule, and that after a year he handed over the kingdom to Eteocles; but some say that Eteocles was the first to rule, and would not hand over the kingdom. So, being banished from Thebes, Polynices came to Argos, taking with him the necklace and the robe. The king of Argos was Adrastus, son of Talaus; and Polynices went up to his palace by night and engaged in a fight with Tydeus, son of Oeneus, who had fled from Calydon. At the sudden outcry Adrastus appeared and parted them, and remembering the words of a certain seer who told him to yoke his daughters in marriage to a boar and a lion, he accepted them both as bridegrooms, because they had on their shields, the one the forepart of a boar, and the other the forepart of a lion. And Tydeus married Deipyle, and Polynices married Argia; and Adrastus promised that he would restore them both to their native lands. And first he was eager to march against Thebes, and he mustered the chiefs.
[2] Ἀμφιάραος δὲ ὁ Ὀικλέους, μάντις ὢν καὶ προειδὼς ὅτι δεῖ πάντας τοὺς στρατευσαμένους χωρὶς Ἀδράστου τελευτῆσαι, αὐτός τε ὤκνει στρατεύεσθαι καὶ τοὺς λοιποὺς ἀπέτρεπε. Πολυνείκης δὲ ἀφικόμενος πρὸς Ἶφιν τὸν Ἀλέκτορος ἠξίου μαθεῖν πῶς ἂν Ἀμφιάραος ἀναγκασθείη στρατεύεσθαι: ὁ δὲ εἶπεν εἰ λάβοι τὸν ὅρμον Ἐριφύλη. Ἀμφιάραος μὲν οὖν ἀπεῖπεν Ἐριφύλῃ παρὰ Πολυνείκους δῶρα λαμβάνειν, Πολυνείκης δὲ δοὺς αὐτῇ τὸν ὅρμον ἠξίου τὸν Ἀμφιάραον πεῖσαι στρατεύειν. ἦν γὰρ ἐπὶ ταύτῃ: γενομένης γὰρ †αὐτῆσπρὸς Ἄδραστον, διαλυσάμενος ὤμοσε, περὶ ὧν ἂν Ἀδράστῳ διαφέρηται, διακρίνειν Ἐριφύλῃ συγχωρῆσαι. ὅτε οὖν ἐπὶ Θήβας ἔδει στρατεύειν, Ἀδράστου μὲν παρακαλοῦντος Ἀμφιαράου δὲ ἀποτρέποντος, Ἐριφύλη τὸν ὅρμον λαβοῦσα ἔπεισεν αὐτὸν σὺν Ἀδράστῳ στρατεύειν. Ἀμφιάραος δὲ ἀνάγκην ἔχων στρατεύεσθαι τοῖς παισὶν ἐντολὰς ἔδωκε τελειωθεῖσι τήν τε μητέρα κτείνειν καὶ ἐπὶ Θήβας στρατεύειν.
[2] But Amphiaraus, son of Oicles, being a seer and foreseeing that all who joined in the expedition except Adrastus were destined to perish, shrank from it himself and discouraged the rest. However, Polynices went to Iphis, son of Alector, and begged to know how Amphiaraus could be compelled to go to the war. He answered that it could be done if Eriphyle got the necklace. Now Amphiaraus had forbidden Eriphyle to accept gifts from Polynices; but Polynices gave her the necklace and begged her to persuade Amphiaraus to go to the war; for the decision lay with her, because once, when a difference arose between him and Adrastus, he had made it up with him and sworn to let Eriphyle decide any future dispute he might have with Adrastus. Accordingly, when war was to be made on Thebes, and the measure was advocated by Adrastus and opposed by Amphiaraus, Eriphyle accepted the necklace and persuaded him to march with Adrastus. Thus forced to go to the war, Amphiaraus laid his commands on his sons, that, when they were grown up, they should slay their mother and march against Thebes.
[3] Ἄδραστος δὲ συναθροίσας στρατὸν σὺν ἡγεμόσιν ἑπτὰ πολεμεῖν ἔσπευδε Θήβας. οἱ δὲ ἡγεμόνες ἦσαν οἵδε: Ἄδραστος Ταλαοῦ, Ἀμφιάραος Ὀικλέους, Καπανεὺς Ἱππονόου, Ἱππομέδων Ἀριστομάχου, οἱ δὲ λέγουσι Ταλαοῦ. οὗτοι μὲν ἐξ Ἄργους, Πολυνείκης δὲ Οἰδίποδος ἐκ Θηβῶν, Τυδεὺς Οἰνέως Αἰτωλός, Παρθενοπαῖος Μελανίωνος Ἀρκάς. τινὲς δὲ Τυδέα μὲν καὶ Πολυνείκην οὐ καταριθμοῦσι, συγκαταλέγουσι δὲ τοῖς ἑπτὰ Ἐτέοκλον Ἴφιος καὶ Μηκιστέα.
[3] Having mustered an army with seven leaders, Adrastus hastened to wage war on Thebes. The leaders were these: Adrastus, son of Talaus; Amphiaraus, son of Oicles; Capaneus, son of Hipponous; Hippomedon, son of Aristomachus, but some say of Talaus. These came from Argos; but Polynices, son of Oedipus, came from Thebes; Tydeus, son of Oeneus, was an Aetolian; Parthenopaeus, son of Melanion, was an Arcadian. Some, however, do not reckon Tydeus and Polynices among them, but include Eteoclus, son of Iphis, and Mecisteus in the list of the seven.
[4] παραγενόμενοι δὲ εἰς Νεμέαν, ἧς ἐβασίλευε Λυκοῦργος, ἐζήτουν ὕδωρ. καὶ αὐτοῖς ἡγήσατο τῆς ἐπὶ κρήνην ὁδοῦ Ὑψιπύλη, νήπιον παῖδα ὄντα Ὀφέλτην ἀπολιποῦσα, ὃν ἔτρεφεν Εὐρυδίκης ὄντα καὶ Λυκούργου. αἰσθόμεναι γὰρ αἱ Λήμνιαι ὕστερον Θόαντα σεσωσμένον ἐκεῖνον μὲν ἔκτειναν, τὴν δὲ Ὑψιπύλην ἀπημπόλησαν: διὸ πραθεῖσα ἐλάτρευε παρὰ Λυκούργῳ. δεικνυούσης δὲ τὴν κρήνην, ὁ παῖς ἀπολειφθεὶς ὑπὸ δράκοντος διαφθείρεται. τὸν μὲν οὖν δράκοντα ἐπιφανέντες οἱ μετὰ Ἀδράστου κτείνουσι, τὸν δὲ παῖδα θάπτουσιν. Ἀμφιάραος δὲ εἷπεν ἐκείνοις τὸ σημεῖον τὰ μέλλοντα προμαντεύεσθαι: τὸν δὲ παῖδα Ἀρχέμορον ἐκάλεσαν. οἱ δὲ ἔθεσαν ἐπ᾽ αὐτῷ τὸν τῶν Νεμέων ἀγῶνα, καὶ ἵππῳ μὲν ἐνίκησεν Ἄδραστος, σταδίῳ δὲ Ἐτέοκλος, πυγμῇ Τυδεύς, ἅλματι καὶ δίσκῳ Ἀμφιάραος, ἀκοντίῳ Λαόδοκος, πάλῃ Πολυνείκης, τόξῳ Παρθενοπαῖος.
[4] Having come to Nemea, of which Lycurgus was king, they sought for water; and Hypsipyle showed them the way to a spring, leaving behind an infant boy Opheltes, whom she nursed, a child of Eurydice and Lycurgus. For the Lemnian women, afterwards learning that Thoas had been saved alive, put him to death and sold Hypsipyle into slavery; wherefore she served in the house of Lycurgus as a purchased bondwoman. But while she showed the spring, the abandoned boy was killed by a serpent. When Adrastus and his party appeared on the scene, they slew the serpent and buried the boy; but Amphiaraus told them that the sign foreboded the future, and they called the boy Archemorus. They celebrated the Nemean games in his honor; and Adrastus won the horse race, Eteoclus the footrace, Tydeus the boxing match, Amphiaraus the leaping and quoit-throwing match, Laodocus the javelin-throwing match, Polynices the wrestling match, and Parthenopaeus the archery match.
[5] ὡς δὲ ἦλθον εἰς τὸν Κιθαιρῶνα, πέμπουσι Τυδέα προεροῦντα Ἐτεοκλεῖ τῆς βασιλείας παραχωρεῖν Πολυνείκει, καθὰ συνέθεντο. μὴ προσέχοντος δὲ Ἐτεοκλέους, διάπειραν τῶν Θηβαίων Τυδεὺς ποιούμενος, καθ᾽ ἕνα προκαλούμενος πάντων περιεγένετο. οἱ δὲ πεντήκοντα ἄνδρας ὁπλίσαντες ἀπιόντα ἐνήδρευσαν αὐτόν: πάντας δὲ αὐτοὺς χωρὶς Μαίονος ἀπέκτεινε, κἄπειτα ἐπὶ τὸ στρατόπεδον ἦλθεν.
[5] When they came to Cithaeron, they sent Tydeus to tell Eteocles in advance that he must cede the kingdom to Polynices, as they had agreed among themselves. As Eteocles paid no heed to the message, Tydeus, by way of putting the Thebans to the proof, challenged them to single combat and was victorious in every encounter; and though the Thebans set fifty armed men to lie in wait for him as he went away, he slew them all but Maeon, and then came to the camp.
[6] Ἀργεῖοι δὲ καθοπλισθέντες προσῄεσαν τοῖς τείχεσι, καὶ πυλῶν ἑπτὰ οὐσῶν Ἄδραστος μὲν παρὰ τὰς Ὁμολωίδας πύλας ἔστη, Καπανεὺς δὲ παρὰ τὰς Ὠγυγίας, Ἀμφιάραος δὲ παρὰ τὰς Προιτίδας, Ἱππομέδων δὲ παρὰ τὰς Ὀγκαΐδας, Πολυνείκης δὲ παρὰ τὰς Ὑψίστας, Παρθενοπαῖος δὲ παρὰ τὰς Ἠλέκτρας, Τυδεὺς δὲ παρὰ τὰς Κρηνίδας. καθώπλισε δὲ καὶ Ἐτεοκλῆς Θηβαίους, καὶ καταστήσας ἡγεμόνας ἴσους ἴσοις ἔταξε, καὶ πῶς ἂν περιγένοιντο τῶν πολεμίων ἐμαντεύετο.
[6] Having armed themselves, the Argives approached the walls; and as there were seven gates, Adrastus was stationed at the Homoloidian gate, Capaneus at the Ogygian, Amphiaraus at the Proetidian, Hippomedon at the Oncaidian, Polynices at the Hypsistan, Parthenopaeus at the Electran, and Tydeus at the Crenidian. Eteocles on his side armed the Thebans, and having appointed leaders to match those of the enemy in number, he put the battle in array, and resorted to divination to learn how they might overcome the foe.
[7] ἦν δὲ παρὰ Θηβαίοις μάντις Τειρεσίας Εὐήρους καὶ Χαρικλοῦς νύμφης, ἀπὸ γένους Οὐδαίου τοῦ Σπαρτοῦ, γενόμενος τυφλὸς τὰς ὁράσεις. οὗ περὶ τῆς πηρώσεως καὶ τῆς μαντικῆς λέγονται λόγοι διάφοροι. ἄλλοι μὲν γὰρ αὐτὸν ὑπὸ θεῶν φασι τυφλωθῆναι, ὅτι τοῖς ἀνθρώποις ἃ κρύπτειν ἤθελον ἐμήνυε, Φερεκύδης δὲ ὑπὸ Ἀθηνᾶς αὐτὸν τυφλωθῆναι: οὖσαν γὰρ τὴν Χαρικλὼ προσφιλῆ τῇ Ἀθηνᾶ … γυμνὴν ἐπὶ πάντα ἰδεῖν, τὴν δὲ ταῖς χερσὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καταλαβομένην πηρὸν ποιῆσαι, Χαρικλοῦς δὲ δεομένης ἀποκαταστῆσαι πάλιν τὰς ὁράσεις, μὴ δυναμένην τοῦτο ποιῆσαι, τὰς ἀκοὰς διακαθάρασαν πᾶσαν ὀρνίθων φωνὴν ποιῆσαι συνεῖναι, καὶ σκῆπτρον αὐτῷ δωρήσασθαι κράνειον, ὃ φέρων ὁμοίως τοῖς βλέπουσιν ἐβάδιζεν. Ἡσίοδος δέ φησιν ὅτι θεασάμενος περὶ Κυλλήνην ὄφεις συνουσιάζοντας καὶ τούτους τρώσας ἐγένετο ἐξ ἀνδρὸς γυνή, πάλιν δὲ τοὺς αὐτοὺς ὄφεις παρατηρήσας συνουσιάζοντας ἐγένετο ἀνήρ. διόπερ Ἥρα καὶ Ζεὺς ἀμφισβητοῦντες πότερον τὰς γυναῖκας ἢ τοὺς ἄνδρας ἥδεσθαι μᾶλλον ἐν ταῖς συνουσίαις συμβαίνοι, τοῦτον ἀνέκριναν. ὁ δὲ ἔφη δέκα μοιρῶν περὶ τὰς συνουσίας οὐσῶν τὴν μὲν μίαν ἄνδρας ἥδεσθαι, τὰς δὲ ἐννέα γυναῖκας. ὅθεν Ἥρα μὲν αὐτὸν ἐτύφλωσε, Ζεὺς δὲ τὴν μαντικὴν αὐτῷ ἔδωκεν. “τὸ ὑπὸ Τειρεσίου λεχθὲν πρὸς Δία καὶ Ἥραν:οἴην μὲν μοῖραν δέκα μοιρῶν τέρπεται ἀνήρ,τὰς δὲ δέκ᾽ ἐμπίπλησι γυνὴ τέρπουσα νόημα.” ἐγένετο δὲ καὶ πολυχρόνιος.οὗτος οὗν Θηβαίοις μαντευομένοις εἶπε νικήσειν, ἐὰν Μενοικεὺς ὁ Κρέοντος Ἄρει σφάγιον αὑτὸν ἐπιδῷ. τοῦτο ἀκούσας Μενοικεὺς ὁ Κρέοντος ἑαυτὸν πρὸ τῶν πυλῶν ἔσφαξε. μάχης δὲ γενομένης οἱ Καδμεῖοι μέχρι τῶν τειχῶν συνεδιώχθησαν, καὶ Καπανεὺς ἁρπάσας κλίμακα ἐπὶ τὰ τείχη δι᾽ αὐτῆς ἀνῄει, καὶ Ζεὺς αὐτὸν κεραυνοῖ.
[7] Now there was among the Thebans a soothsayer, Tiresias, son of Everes and a nymph Chariclo, of the family of Udaeus, the Spartan, and he had lost the sight of his eyes. Different stories are told about his blindness and his power of soothsaying. For some say that he was blinded by the gods because he revealed their secrets to men. But Pherecydes says that he was blinded by Athena; for Chariclo was dear to Athena … and Tiresias saw the goddess stark naked, and she covered his eyes with her hands, and so rendered him sightless. And when Chariclo asked her to restore his sight, she could not do so, but by cleansing his ears she caused him to understand every note of birds; and she gave him a staff of cornel-wood, wherewith he walked like those who see. But Hesiod says that he beheld snakes copulating on Cyllene, and that having wounded them he was turned from a man into a woman, but that on observing the same snakes copulating again, he became a man. Hence, when Hera and Zeus disputed whether the pleasures of love are felt more by women or by men, they referred to him for a decision. He said that if the pleasures of love be reckoned at ten, men enjoy one and women nine. Wherefore Hera blinded him, but Zeus bestowed on him the art of soothsaying.” The saying of Tiresias to Zeus and Hera. Of ten parts a man enjoys one only; But a woman enjoys the full ten parts in her heart. “ He also lived to a great age.So when the Thebans sought counsel of him, he said that they should be victorious if Menoeceus, son of Creon, would offer himself freely as a sacrifice to Ares. On hearing that, Menoeceus, son of Creon, slew himself before the gates. But a battle having taken place, the Cadmeans were chased in a crowd as far as the walls, and Capaneus, seizing a ladder, was climbing up it to the walls, when Zeus smote him with a thunderbolt.
[8] τούτου δὲ γενομένου τροπὴ τῶν Ἀργείων γίνεται. ὡς δὲ ἀπώλλυντο πολλοί, δόξαν ἑκατέροις τοῖς στρατεύμασιν Ἐτεοκλῆς καὶ Πολυνείκης περὶ τῆς βασιλείας μονομαχοῦσι, καὶ κτείνουσιν ἀλλήλους. καρτερᾶς δὲ πάλιν γενομένης μάχης οἱ Ἀστακοῦ παῖδες ἠρίστευσαν: Ἴσμαρος μὲν γὰρ Ἱππομέδοντα ἀπέκτεινε, Λεάδης δὲ Ἐτέοκλον, Ἀμφίδικος δὲ Παρθενοπαῖον. ὡς δὲ Εὐριπίδης φησί, Παρθενοπαῖον ὁ Ποσειδῶνος παῖς Περικλύμενος ἀπέκτεινε. Μελάνιππος δὲ ὁ λοιπὸς τῶν Ἀστακοῦ παίδων εἰς τὴν γαστέρα Τυδέα τιτρώσκει. ἡμιθνῆτος δὲ αὐτοῦ κειμένου παρὰ Διὸς αἰτησαμένη Ἀθηνᾶ φάρμακον ἤνεγκε, δι᾽ οὗ ποιεῖν ἔμελλεν ἀθάνατον αὐτόν. Ἀμφιάραος δὲ αἰσθόμενος τοῦτο, μισῶν Τυδέα ὅτι παρὰ τὴν ἐκείνου γνώμην εἰς Θήβας ἔπεισε τοὺς Ἀργείους στρατεύεσθαι, τὴν Μελανίππου κεφαλὴν ἀποτεμὼν ἔδωκεν αὐτῷ τιτρωσκόμενος δὲ Τυδεὺς ἔκτεινεν αὐτόν. ὁ δὲ διελὼν τὸν ἐγκέφαλον ἐξερρόφησεν. ὡς δὲ εἶδεν Ἀθηνᾶ, μυσαχθεῖσα τὴν εὐεργεσίαν ἐπέσχε τε καὶ ἐφθόνησεν. Ἀμφιαράῳ δὲ φεύγοντι παρὰ ποταμὸν Ἰσμηνόν, πρὶν ὑπὸ Περικλυμένου τὰ νῶτα τρωθῇ, Ζεὺς κεραυνὸν βαλὼν τὴν γῆν διέστησεν. ὁ δὲ σὺν τῷ ἅρματι καὶ τῷ ἡνιόχῳ Βάτωνι, ὡς δὲ ἔνιοι Ἐλάτωνι, ἐκρύφθη, καὶ Ζεὺς ἀθάνατον αὐτὸν ἐποίησεν. Ἄδραστον δὲ μόνον ἵππος διέσωσεν Ἀρείων: τοῦτον ἐκ Ποσειδῶνος ἐγέννησε Δημήτηρ εἰκασθεῖσα ἐρινύι κατὰ τὴν συνουσίαν.
[8] When that befell, the Argives turned to flee. And as many fell, Eteocles and Polynices, by the resolution of both armies, fought a single combat for the kingdom, and slew each other. In another fierce battle the sons of Astacus did doughty deeds; for Ismarus slew Hippomedon, Leades slew Eteoclus, and Amphidicus slew Parthenopaeus. But Euripides says that Parthenopaeus was slain by Periclymenus, son of Poseidon. And Melanippus, the remaining one of the sons of Astacus, wounded Tydeus in the belly. As he lay half dead, Athena brought a medicine which she had begged of Zeus, and by which she intended to make him immortal. But Amphiaraus hated Tydeus for thwarting him by persuading the Argives to march to Thebes; so when he perceived the intention of the goddess he cut off the head of Melanippus and gave it to Tydeus, who, wounded though he was, had killed him. And Tydeus split open the head and gulped up the brains. But when Athena saw that, in disgust she grudged and withheld the intended benefit. Amphiaraus fled beside the river Ismenus, and before Periclymenus could wound him in the back, Zeus cleft the earth by throwing a thunderbolt, and Amphiaraus vanished with his chariot and his charioteer Baton, or, as some say, Elato; and Zeus made him immortal. Adrastus alone was saved by his horse Arion. That horse Poseidon begot on Demeter, when in the likeness of a Fury she consorted with him.
[1] Κρέων δὲ τὴν Θηβαίων βασιλείαν παραλαβὼν τοὺς τῶν Ἀργείων νεκροὺς ἔρριψεν ἀτάφους, καὶ κηρύξας μηδένα θάπτειν φύλακας κατέστησεν. Ἀντιγόνη δέ, μία τῶν Οἰδίποδος θυγατέρων, κρύφα τὸ Πολυνείκους σῶμα κλέψασα ἔθαψε, καὶ φωραθεῖσα ὑπὸ Κρέοντος αὐτοῦ τῷ τάφῳ ζῶσα ἐνεκρύφθη. Ἄδραστος δὲ εἰς Ἀθήνας ἀφικόμενος ἐπὶ τὸν ἐλέου βωμὸν κατέφυγε, καὶ ἱκετηρίαν θεὶς ἠξίου θάπτειν τοὺς νεκρούς. οἱ δὲ Ἀθηναῖοι μετὰ Θησέως στρατεύσαντες αἱροῦσι Θήβας καὶ τοὺς νεκροὺς τοῖς οἰκείοις διδόασι θάψαι. τῆς Καπανέως δὲ καιομένης πυρᾶς, Εὐάδνη, ἡ Καπανέως μὲν γυνὴ θυγάτηρ δὲ Ἴφιος, ἑαυτὴν ἐμβαλοῦσα συγκατεκαίετο.
[1] Having succeeded to the kingdom of Thebes, Creon cast out the Argive dead unburied, issued a proclamation that none should bury them, and set watchmen. But Antigone, one of the daughters of Oedipus, stole the body of Polynices, and secretly buried it, and having been detected by Creon himself, she was interred alive in the grave. Adrastus fled to Athens and took refuge at the altar of Mercy, and laying on it the suppliant’s bough he prayed that they would bury the dead. And the Athenians marched with Theseus, captured Thebes, and gave the dead to their kinsfolk to bury. And when the pyre of Capaneus was burning, his wife Evadne, the daughter of Iphis, thew herself on the pyre, and was burned with him.
[2] μετὰ δὲ ἔτη δέκα οἱ τῶν ἀπολομένων παῖδες, κληθέντες ἐπίγονοι, στρατεύειν ἐπὶ Θήβας προῃροῦντο, τὸν τῶν πατέρων θάνατον τιμωρήσασθαι βουλόμενοι. καὶ μαντευομένοις αὐτοῖς ὁ θεὸς ἐθέσπισε νίκην Ἀλκμαίωνος ἡγουμένου. ὁ μὲν οὖν Ἀλκμαίων ἡγεῖσθαι τῆς στρατείας οὐ βουλόμενος πρὶν τίσασθαι τὴν μητέρα, ὅμως στρατεύεται: λαβοῦσα γὰρ Ἐριφύλη παρὰ Θερσάνδρου τοῦ Πολυνείκους τὸν πέπλον συνέπεισε καὶ τοὺς παῖδας στρατεύεσθαι. οἱ δὲ ἡγεμόνα Ἀλκμαίωνα ἑλόμενοι Θήβας ἐπολέμουν. ἦσαν δὲ οἱ στρατευόμενοι οἵδε: Ἀλκμαίων καὶ Ἀμφίλοχος Ἀμφιαράου, Αἰγιαλεὺς Ἀδράστου, Διομήδης Τυδέως, Πρόμαχος Παρθενοπαίου, Σθένελος Καπανέως, Θέρσανδρος Πολυνείκους, Εὐρύαλος Μηκιστέως.
[2] Ten years afterwards the sons of the fallen, called the Epigoni, purposed to march against Thebes to avenge the death of their fathers; and when they consulted the oracle, the god predicted victory under the leadership of Alcmaeon. So Alcmaeon joined the expedition, though he was loath to lead the army till he had punished his mother; for Eriphyle had received the robe from Thersander, son of Polynices, and had persuaded her sons also to go to the war. Having chosen Alcmaeon as their leader, they made war on Thebes. The men who took part in the expedition were these: Alcmaeon and Amphilochus, sons of Amphiaraus; Aegialeus, son of Adrastus; Diomedes, son of Tydeus; Promachus, son of Parthenopaeus; Sthenelus, son of Capaneus; Thersander, son of Polynices; and Euryalus, son of Mecisteus.
[3] οὗτοι πρῶτον μὲν πορθοῦσι τὰς πέριξ κώμας, ἔπειτα τῶν Θηβαίων ἐπελθόντων Λαοδάμαντος τοῦ Ἐτεοκλέους ἡγουμένου γενναίως μάχονται. καὶ Λαοδάμας μὲν Αἰγιαλέα κτείνει, Λαοδάμαντα δὲ Ἀλκμαίων. καὶ μετὰ τὸν τούτου θάνατον Θηβαῖοι συμφεύγουσιν εἰς τὰ τείχη. Τειρεσίου δὲ εἰπόντος αὐτοῖς πρὸς μὲν Ἀργείους κήρυκα περὶ διαλύσεως ἀποστέλλειν, αὐτοὺς δὲ φεύγειν, πρὸς μὲν τοὺς πολεμίους κήρυκα πέμπουσιν, αὐτοὶ δὲ ἀναβιβάσαντες ἐπὶ τὰς ἀπήνας τέκνα καὶ γυναῖκας ἐκ τῆς πόλεως ἔφευγον. νύκτωρ δὲ ἐπὶ τὴν λεγομένην Τιλφοῦσσαν κρήνην παραγενομένων αὐτῶν, Τειρεσίας ἀπὸ ταύτης πιὼν αὐτοῦ τὸν βίον κατέστρεψε. Θηβαῖοι δὲ ἐπὶ πολὺ διελθόντες πόλιν Ἑστιαίαν κτίσαντες κατῴκησαν.
[3] They first laid waste the surrounding villages; then, when the Thebans advanced against them, led by Laodamas, son of Eteocles, they fought bravely, and though Laodamas killed Aegialeus, he was himself killed by Alcmaeon, and after his death the Thebans fled in a body within the walls. But as Tiresias told them to send a herald to treat with the Argives, and themselves to take to flight, they did send a herald to the enemy, and, mounting their children and women on the wagons, themselves fled from the city. When they had come by night to the spring called Tilphussa, Tiresias drank of it and expired. After travelling far the Thebans built the city of Hestiaea and took up their abode there.
[4] Ἀργεῖοι δὲ ὕστερον τὸν δρασμὸν τῶν Θηβαίων μαθόντες εἰσίασιν εἰς τὴν πόλιν, καὶ συναθροίζουσι τὴν λείαν, καὶ καθαιροῦσι τὰ τείχη. τῆς δὲ λείας μέρος εἰς Δελφοὺς πέμπουσιν Ἀπόλλωνι καὶ τὴν Τειρεσίου θυγατέρα Μαντώ: ηὔξαντο γὰρ αὐτῷ Θήβας ἑλόντες τὸ κάλλιστον τῶν λαφύρων ἀναθήσειν.
[4] But the Argives, on learning afterwards the flight of the Thebans, entered the city and collected the booty, and pulled down the walls. But they sent a portion of the booty to Apollo at Delphi and with it Manto, daughter of Tiresias; for they had vowed that, if they took Thebes, they would dedicate to him the fairest of the spoils.
[5] μετὰ δὲ τὴν Θηβῶν ἅλωσιν αἰσθόμενος Ἀλκμαίων καὶ ἐπ᾽ αὐτῷ δῶρα εἰληφυῖαν Ἐριφύλην τὴν μητέρα μᾶλλον ἠγανάκτησε, καὶ χρήσαντος Ἀπόλλωνος αὐτῷ τὴν μητέρα ἀπέκτεινεν. ἔνιοι μὲν λέγουσι σὺν Ἀμφιλόχῳ τῷ ἀδελφῷ κτεῖναι τὴν Ἐριφύλην, ἔνιοι δὲ ὅτι μόνος. Ἀλκμαίωνα δὲ μετῆλθεν ἐρινὺς τοῦ μητρῴου φόνου, καὶ μεμηνὼς πρῶτον μὲν εἰς Ἀρκαδίαν πρὸς Ὀικλέα παραγίνεται, ἐκεῖθεν δὲ εἰς Ψωφῖδα πρὸς Φηγέα. καθαρθεὶς δὲ ὑπ᾽ αὐτοῦ Ἀρσινόην γαμεῖ τὴν τούτου θυγατέρα, καὶ τόν τε ὅρμον καὶ τὸν πέπλον ἔδωκε ταύτῃ. γενομένης δὲ ὕστερον τῆς γῆς δι᾽ αὐτὸν ἀφόρου, χρήσαντος αὐτῷ τοῦ θεοῦ πρὸς Ἀχελῷον ἀπιέναι καὶ παρ᾽ ἐκεῖνον παλινδικίαν λαμβάνειν, τὸ μὲν πρῶτον πρὸς Οἰνέα παραγίνεται εἰς Καλυδῶνα καὶ ξενίζεται παρ᾽ αὐτῷ, ἔπειτα ἀφικόμενος εἰς Θεσπρωτοὺς τῆς χώρας ἀπελαύνεται. τελευταῖον δὲ ἐπὶ τὰς Ἀχελῴου πηγὰς παραγενόμενος καθαίρεταί τε ὑπ᾽ αὐτοῦ καὶ τὴν ἐκείνου θυγατέρα Καλλιρρόην λαμβάνει, καὶ ὃν Ἀχελῷος προσέχωσε τόπον κτίσας κατῴκησε. Καλλιρρόης δὲ ὕστερον τόν τε ὅρμον καὶ τὸν πέπλον ἐπιθυμούσης λαβεῖν, καὶ λεγούσης οὐ συνοικήσειν αὐτῷ εἰ μὴ λάβοι ταῦτα, παραγενόμενος εἰς Ψωφῖδα Ἀλκμαίων Φηγεῖ λέγει τεθεσπίσθαι τῆς μανίας ἀπαλλαγὴν ἑαυτῷ, τὸν ὅρμον ὅταν εἰς Δελφοὺς κομίσας ἀναθῇ καὶ τὸν πέπλον. ὁ δὲ πιστεύσας δίδωσι μηνύσαντος δὲ θεράποντος ὅτι Καλλιρρόῃ ταῦτα λαβὼν ἐκόμιζεν, ἐνεδρευθεὶς ὑπὸ τῶν Φηγέως παίδων ἐπιτάξαντος τοῦ Φηγέως ἀναιρεῖται. Ἀρσινόην δὲ μεμφομένην οἱ τοῦ Φηγέως παῖδες ἐμβιβάσαντες εἰς λάρνακα κομίζουσιν εἰς Τεγέαν καὶ διδόασι δούλην Ἀγαπήνορι, καταψευσάμενοι αὐτῆς τὸν Ἀλκμαίωνος φόνον.
[5] After the capture of Thebes, when Alcmaeon learned that his mother Eriphyle had been bribed to his undoing also, he was more incensed than ever, and in accordance with an oracle given to him by Apollo he killed his mother. Some say that he killed her in conjunction with his brother Amphilochus, others that he did it alone. But Alcmaeon was visited by the Fury of his mother’s murder, and going mad he first repaired to Oicles in Arcadia, and thence to Phegeus at Psophis. And having been purified by him he married Arsinoe, daughter of Phegeus, and gave her the necklace and the robe. But afterwards the ground became barren on his account, and the god bade him in an oracle to depart to Achelous and to stand another trial on the river bank. At first he repaired to Oeneus at Calydon and was entertained by him; then he went to the Thesprotians, but was driven away from the country; and finally he went to the springs of Achelous, and was purified by him, and received Callirrhoe, his daughter, to wife. Moreover he colonized the land which the Achelous had formed by its silt, and he took up his abode there. But afterwards Callirrhoe coveted the necklace and robe, and said she would not live with him if she did not get them. So away Alcmaeon hied to Psophis and told Phegeus how it had been predicted that he should be rid of his madness when he had brought the necklace and the robe to Delphi and dedicated them. Phegeus believed him and gave them to him. But a servant having let out that he was taking the things to Callirrhoe, Phegeus commanded his sons, and they lay in wait and killed him. When Arsinoe upbraided them, the sons of Phegeus clapped her into a chest and carried her to Tegea and gave her as a slave to Agapenor, falsely accusing her of Alcmaeon’s murder.
[6] Καλλιρρόη δὲ τὴν Ἀλκμαίωνος ἀπώλειαν μαθοῦσα, πλησιάζοντος αὐτῇ τοῦ Διός, αἰτεῖται τοὺς γεγεννημένους παῖδας ἐξ Ἀλκμαίωνος αὐτῇ γενέσθαι τελείους, ἵνα τὸν τοῦ πατρὸς τίσωνται φόνον. γενόμενοι δὲ ἐξαίφνης οἱ παῖδες τέλειοι ἐπὶ τὴν ἐκδικίαν τοῦ πατρὸς ἐξῄεσαν. κατὰ τὸν αὐτὸν δὲ καιρὸν οἵ τε Φηγέως παῖδες Πρόνοος καὶ Ἀγήνωρ, εἰς Δελφοὺς κομίζοντες ἀναθεῖναι τὸν ὅρμον καὶ τὸν πέπλον, καταλύουσι πρὸς Ἀγαπήνορα, καὶ οἱ τοῦ Ἀλκμαίωνος παῖδες Ἀμφότερός τε καὶ Ἀκαρνάν: καὶ ἀνελόντες τοὺς τοῦ πατρὸς φονέας, παραγενόμενοί τε εἰς Ψωφῖδα καὶ παρελθόντες εἰς τὰ βασίλεια τόν τε Φηγέα καὶ τὴν γυναῖκα αὐτοῦ κτείνουσι. διωχθέντες δὲ ἄχρι Τεγέας ἐπιβοηθησάντων Τεγεατῶν καί τινων Ἀργείων ἐσώθησαν, εἰς φυγὴν τῶν Ψωφιδίων τραπέντων.
[6] Being apprized of Alcmaeon’s untimely end and courted by Zeus, Callirrhoe requested that the sons she had by Alcmaeon might be full grown in order to avenge their father’s murder. And being suddenly full-grown, the sons went forth to right their father’s wrong. Now Pronous and Agenor, the sons of Phegeus, carrying the necklace and robe to Delphi to dedicate them, turned in at the house of Agapenor at the same time as Amphoterus and Acarnan, the sons of Alcmaeon; and the sons of Alcmaeon killed their father’s murderers, and going to Psophis and entering the palace they slew both Phegeus and his wife. They were pursued as far as Tegea, but saved by the intervention of the Tegeans and some Argives, and the Psophidians took to flight.
[7] δηλώσαντες δὲ τῇ μητρὶ ταῦτα, τόν τε ὅρμον καὶ τὸν πέπλον ἐλθόντες εἰς Δελφοὺς ἀνέθεντο κατὰ πρόσταξιν Ἀχελῴου. πορευθέντες δὲ εἰς τὴν Ἤπειρον συναθροίζουσιν οἰκήτορας καὶ κτίζουσιν Ἀκαρνανίαν.Εὐριπίδης δέ φησιν Ἀλκμαίωνα κατὰ τὸν τῆς μανίας χρόνον ἐκ Μαντοῦς Τειρεσίου παῖδας δύο γεννῆσαι, Ἀμφίλοχον καὶ θυγατέρα Τισιφόνην, κομίσαντα δὲ εἰς Κόρινθον τὰ βρέφη δοῦναι τρέφειν Κορινθίων βασιλεῖ Κρέοντι, καὶ τὴν μὲν Τισιφόνην διενεγκοῦσαν εὐμορφίᾳ ὑπὸ τῆς Κρέοντος γυναικὸς ἀπεμποληθῆναι, δεδοικυίας μὴ Κρέων αὐτὴν γαμετὴν ποιήσηται. τὸν δὲ Ἀλκμαίωνα ἀγοράσαντα ταύτην ἔχειν οὐκ εἰδότα τὴν ἑαυτοῦ θυγατέρα θεράπαιναν, παραγενόμενον δὲ εἰς Κόρινθον ἐπὶ τὴν τῶν τέκνων ἀπαίτησιν καὶ τὸν υἱὸν κομίσασθαι. καὶ Ἀμφίλοχος κατὰ χρησμοὺς Ἀπόλλωνος Ἀμφιλοχικὸν Ἄργος ᾤκισεν.
[7] Having acquainted their mother with these things, they went to Delphi and dedicated the necklace and robe according to the injunction of Achelous. Then they journeyed to Epirus, collected settlers, and colonized Acarnania.But Euripides says that in the time of his madness Alcmaeon begat two children, Amphilochus and a daughter Tisiphone, by Manto, daughter of Tiresias, and that he brought the babes to Corinth and gave them to Creon, king of Corinth, to bring up; and that on account of her extraordinary comeliness Tisiphone was sold as a slave by Creon’s spouse, who feared that Creon might make her his wedded wife. But Alcmaeon bought her and kept her as a handmaid, not knowing that she was his daughter, and coming to Corinth to get back his children he recovered his son also. And Amphilochus colonized Amphilochian Argos in obedience to oracles of Apollo.
[1] ἐπανάγωμεν δὲ νῦν πάλιν ἐπὶ τὸν Πελασγόν, ὃν Ἀκουσίλαος μὲν Διὸς λέγει καὶ Νιόβης, καθάπερ ὑπέθεμεν, Ἡσίοδος δὲ αὐτόχθονα. τούτου καὶ τῆς Ὠκεανοῦ θυγατρὸς Μελιβοίας, ἢ καθάπερ ἄλλοι λέγουσι νύμφης Κυλλήνης, παῖς Λυκάων ἐγένετο, ὃς βασιλεύων Ἀρκάδων ἐκ πολλῶν γυναικῶν πεντήκοντα παῖδας ἐγέννησε: Μελαινέα Θεσπρωτὸν Ἕλικα Νύκτιμον Πευκέτιον, Καύκωνα Μηκιστέα Ὁπλέα Μακαρέα Μάκεδνον, Ὅρον Πόλιχον Ἀκόντην Εὐαίμονα Ἀγκύορα, Ἀρχεβάτην Καρτέρωνα Αἰγαίωνα Πάλλαντα Εὔμονα, Κάνηθον Πρόθοον Λίνον Κορέθοντα Μαίναλον, Τηλεβόαν Φύσιον Φάσσον Φθῖον Λύκιον, Ἁλίφηρον Γενέτορα Βουκολίωνα Σωκλέα Φινέα, Εὐμήτην Ἁρπαλέα Πορθέα Πλάτωνα Αἵμονα, Κύναιθον Λέοντα Ἁρπάλυκον Ἡραιέα Τιτάναν, Μαντινέα Κλείτορα Στύμφαλον Ὀρχομενόν … οὗτοι πάντας ἀνθρώπους ὑπερέβαλλον ὑπερηφανίᾳ καὶ ἀσεβείᾳ. Ζεὺς δὲ αὐτῶν βουλόμενος τὴν ἀσέβειαν πειρᾶσαι εἰκασθεὶς ἀνδρὶ χερνήτῃ παραγίνεται. οἱ δὲ αὐτὸν ἐπὶ ξένια καλέσαντες, σφάξαντες ἕνα τῶν ἐπιχωρίων παῖδα, τοῖς ἱεροῖς τὰ τούτου σπλάγχνα συναναμίξαντες παρέθεσαν, συμβουλεύσαντος τοῦ πρεσβυτέρου ἀδελφοῦ Μαινάλου. Ζεὺς δὲ μυσαχθεὶς τὴν μὲν τράπεζαν ἀνέτρεψεν, ἔνθα νῦν Τραπεζοῦς καλεῖται ὁ τόπος, Λυκάονα δὲ καὶ τοὺς τούτου παῖδας ἐκεραύνωσε, χωρὶς τοῦ νεωτάτου Νυκτίμου: φθάσασα γὰρ ἡ Γῆ καὶ τῆς δεξιᾶς τοῦ Διὸς ἐφαψαμένη τὴν ὀργὴν κατέπαυσε.
[1] Let us now return to Pelasgus, who, Acusilaus says, was a son of Zeus and Niobe, as we have supposed, but Hesiod declares him to have been a son of the soil. He had a son Lycaon by Meliboea, daughter of Ocean or, as others say, by a nymph Cyllene; and Lycaon, reigning over the Arcadians, begat by many wives fifty sons, to wit: Melaeneus, Thesprotus, Helix, Nyctimus, Peucetius, Caucon, Mecisteus, Hopleus, Macareus, Macednus, Horus, Polichus, Acontes, Evaemon, Ancyor, Archebates, Carteron, Aegaeon, Pallas, Eumon, Canethus, Prothous, Linus, Coretho, Maenalus, Teleboas, Physius, Phassus, Phthius, Lycius, Halipherus, Genetor, Bucolion, Socleus, Phineus, Eumetes, Harpaleus, Portheus, Plato, Haemo, Cynaethus, Leo, Harpalycus, Heraeeus, Titanas, Mantineus, Clitor, Stymphalus, Orchomenus, … These exceeded all men in pride and impiety; and Zeus, desirous of putting their impiety to the proof, came to them in the likeness of a day-laborer. They offered him hospitality and having slaughtered a male child of the natives, they mixed his bowels with the sacrifices, and set them before him, at the instigation of the elder brother Maenalus. But Zeus in disgust upset the table at the place which is still called Trapezus, and blasted Lycaon and his sons by thunderbolts, all but Nyctimus, the youngest; for Earth was quick enough to lay hold of the right hand of Zeus and so appease his wrath.
[2] Νυκτίμου δὲ. τὴν βασιλείαν παραλαβόντος ὁ ἐπὶ Δευκαλίωνος κατακλυσμὸς ἐγένετο. τοῦτον ἔνιοι διὰ τὴν τῶν Λυκάονος παίδων δυσσέβειαν εἶπον γεγενῆσθαι.Εὔμηλος δὲ καί τινες ἕτεροι λέγουσι Λυκάονι καὶ θυγατέρα Καλλιστὼ γενέσθαι: Ἡσίοδος μὲν γὰρ αὐτὴν μίαν εἶναι τῶν νυμφῶν λέγει, Ἄσιος δὲ Νυκτέως, Φερεκύδης δὲ Κητέως. αὕτη σύνθηρος Ἀρτέμιδος οὖσα, τὴν αὐτὴν ἐκείνῃ στολὴν φοροῦσα, ὤμοσεν αὐτῇ μεῖναι παρθένος. Ζεὺς δὲ ἐρασθεὶς ἀκούσῃ συνευνάζεται, εἰκασθείς, ὡς μὲν ἔνιοι λέγουσιν, Ἀρτέμιδι, ὡς δὲ ἔνιοι, Ἀπόλλωνι. βουλόμενος δὲ Ἥραν λαθεῖν εἰς ἄρκτον μετεμόρφωσεν αὐτήν. Ἥρα δὲ ἔπεισεν Ἄρτεμιν ὡς ἄγριον θηρίον κατατοξεῦσαι. εἰσὶ δὲ οἱ λέγοντες ὡς Ἄρτεμις αὐτὴν κατετόξευσεν ὅτι τὴν παρθενίαν οὐκ ἐφύλαξεν. ἀπολομένης δὲ Καλλιστοῦς Ζεὺς τὸ βρέφος ἁρπάσας ἐν Ἀρκαδίᾳ δίδωσιν ἀνατρέφειν Μαίᾳ, προσαγορεύσας Ἀρκάδα: τὴν δὲ Καλλιστὼ καταστερίσας ἐκάλεσεν ἄρκτον.
[2] But when Nyctimus succeeded to the kingdom, there occurred the flood in the age of Deucalion; some said that it was occasioned by the impiety of Lycaon’s sons.But Eumelus and some others say that Lycaon had also a daughter Callisto; though Hesiod says she was one of the nymphs, Asius that she was a daughter of Nycteus, and Pherecydes that she was a daughter of Ceteus. She was a companion of Artemis in the chase, wore the same garb, and swore to her to remain a maid. Now Zeus loved her and, having assumed the likeness, as some say, of Artemis, or, as others say, of Apollo, he shared her bed against her will, and wishing to escape the notice of Hera, he turned her into a bear. But Hera persuaded Artemis to shoot her down as a wild beast. Some say, however, that Artemis shot her down because she did not keep her maidenhood. When Callisto perished, Zeus snatched the babe, named it Arcas, and gave it to Maia to bring up in Arcadia; and Callisto he turned into a star and called it the Bear.
[1] Ἀρκάδος δὲ καὶ Λεανείρας τῆς Ἀμύκλου ἢ Μεγανείρας τῆς Κρόκωνος, ὡς δὲ Εὔμηλος λέγει, νύμφης Χρυσοπελείας, ἐγένοντο παῖδες Ἔλατος καὶ Ἀφείδας. οὗτοι τὴν γῆν ἐμερίσαντο, τὸ δὲ πᾶν κράτος εἶχεν Ἔλατος, ὃς ἐκ Λαοδίκης τῆς Κινύρου Στύμφαλον καὶ Περέα τεκνοῖ, Ἀφείδας δὲ Ἀλεὸν καὶ Σθενέβοιαν, ἣν γαμεῖ Προῖτος. Ἀλεοῦ δὲ καὶ Νεαίρας τῆς Περέως θυγάτηρ μὲν Αὔγη, υἱοὶ δὲ Κηφεὺς καὶ Λυκοῦργος. Αὔγη μὲν οὖν ὑφ᾽ Ἡρακλέους φθαρεῖσα κατέκρυψε τὸ βρέφος ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς, ἧς εἶχε τὴν ἱερωσύνην. ἀκάρπου δὲ τῆς γῆς μενούσης, καὶ μηνυόντων τῶν χρησμῶν εἶναί τι ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς δυσσέβημα, φωραθεῖσα ὑπὸ τοῦ πατρὸς παρεδόθη Ναυπλίῳ ἐπὶ θανάτῳ παρ᾽ οὗ Τεύθρας ὁ Μυσῶν δυνάστης παραλαβὼν αὐτὴν ἔγημε. τὸ δὲ βρέφος ἐκτεθὲν ἐν ὄρει Παρθενίῳ θηλὴν ὑποσχούσης ἐλάφου Τήλεφος ἐκλήθη, καὶ τραφεὶς ὑπὸ τῶν Κορύθου βουκόλων καὶ ζητήσας τοὺς γονέας ἧκεν εἰς Δελφούς, καὶ μαθὼν παρὰ τοῦ θεοῦ, παραγενόμενος εἰς Μυσίαν θετὸς παῖς Τεύθραντος γίνεται: καὶ τελευτῶντος αὐτοῦ διάδοχος τῆς δυναστείας γίνεται.
[1] Arcas had two sons, Elatus and Aphidas, by Leanira, daughter of Amyclas, or by Meganira, daughter of Croco, or, according to Eumelus, by a nymph Chrysopelia. These divided the land between them, but Elatus had all the power, and he begat Stymphalus and Pereus by Laodice, daughter of Cinyras, and Aphidas had a son Aleus and a daughter Stheneboea, who was married to Proetus. And Aleus had a daughter Auge and two sons, Cepheus and Lycurgus, by Neaera, daughter of Pereus. Auge was seduced by Hercules and hid her babe in the precinct of Athena, whose priesthood she held. But the land remaining barren, and the oracles declaring that there was impiety in the precinct of Athena, she was detected and delivered by her father to Nauplius to be put to death, and from him Teuthras, prince of Mysia, received and married her. But the babe, being exposed on Mount Parthenius, was suckled by a doe and hence called Telephus. Bred by the neatheards of Corythus, he went to Delphi in quest of his parents, and on information received from the god he repaired to Mysia and became an adopted son of Teuthras, on whose death he succeeded to the princedom.
[2] Λυκούργου δὲ καὶ Κλεοφύλης ἢ Εὐρυνόμης Ἀγκαῖος καὶ Ἔποχος καὶ Ἀμφιδάμας καὶ Ἴασος. Ἀμφιδάμαντος δὲ Μελανίων καὶ θυγάτηρ Ἀντιμάχη, ἣν Εὐρυσθεὺς ἔγημεν. Ἰάσου δὲ καὶ Κλυμένης τῆς Μινύου Ἀταλάντη ἐγένετο. ταύτης ὁ πατὴρ ἀρρένων παίδων ἐπιθυμῶν ἐξέθηκεν αὐτήν, ἄρκτος δὲ φοιτῶσα πολλάκις θηλὴν ἐδίδου, μέχρις οὗ εὑρόντες κυνηγοὶ παρ᾽ ἑαυτοῖς ἀνέτρεφον. τελεία δὲ Ἀταλάντη γενομένη παρθένον ἑαυτὴν ἐφύλαττε, καὶ θηρεύουσα ἐν ἐρημίᾳ καθωπλισμένη διετέλει. βιάζεσθαι δὲ αὐτὴν ἐπιχειροῦντες Κένταυροι Ῥοῖκός τε καὶ Ὑλαῖος κατατοξευθέντες ὑπ᾽ αὐτῆς ἀπέθανον. παρεγένετο δὲ μετὰ τῶν ἀριστέων καὶ ἐπὶ τὸν Καλυδώνιον κάπρον, καὶ ἐν τῷ ἐπὶ Πελίᾳ τεθέντι ἀγῶνι ἐπάλαισε Πηλεῖ καὶ ἐνίκησεν. ἀνευροῦσα δὲ ὕστερον τοὺς γονέας, ὡς ὁ πατὴρ γαμεῖν αὐτὴν ἔπειθεν ἀπιοῦσα εἰς σταδιαῖον τόπον καὶ πήξασα μέσον σκόλοπα τρίπηχυν, ἐντεῦθεν τῶν μνηστευομένων τοὺς δρόμους προϊεῖσα ἐτρόχαζε καθωπλισμένη: καὶ καταληφθέντι μὲν αὐτοῦ θάνατος ὠφείλετο, μὴ καταληφθέντι δὲ γάμος. ἤδη δὲ πολλῶν ἀπολομένων Μελανίων αὐτῆς ἐρασθεὶς ἧκεν ἐπὶ τὸν δρόμον, χρύσεα μῆλα κομίζων παρ᾽ Ἀφροδίτης, καὶ διωκόμενος ταῦτα ἔρριπτεν. ἡ δὲ ἀναιρουμένη τὰ ῥιπτόμενα τὸν δρόμον ἐνικήθη. ἔγημεν οὖν αὐτὴν Μελανίων. καί ποτε λέγεται θηρεύοντας αὐτοὺς εἰσελθεῖν εἰς τὸ τέμενος Διός, κἀκεῖ συνουσιάζοντας εἰς λέοντας ἀλλαγῆναι. Ἡσίοδος δὲ καί τινες ἕτεροι τὴν Ἀταλάντην οὐκ Ἰάσου ἀλλὰ Σχοινέως εἶπον, Εὐριπίδης δὲ Μαινάλου, καὶ τὸν γήμαντα αὐτὴν οὐ Μελανίωνα ἀλλὰ Ἱππομένην. ἐγέννησε δὲ ἐκ Μελανίωνος Ἀταλάντη ἢ Ἄρεος Παρθενοπαῖον, ὃς ἐπὶ Θήβας ἐστρατεύσατο.
[2] Lycurgus had sons, Ancaeus, Epochus, Amphidamas, and Iasus, by Cleophyle or Eurynome. And Amphidamas had a son Melanion and a daughter Antimache, whom Eurystheus married. And Iasus had a daughter Atalanta by Clymene, daughter of Minyas. This Atalanta was exposed by her father, because he desired male children; and a she bear came often and gave her suck, till hunters found her and brought her up among themselves. Grown to womanhood, Atalanta kept herself a virgin, and hunting in the wilderness she remained always under arms. The centaurs Rhoecus and Hylaeus tried to force her, but were shot down and killed by her. She went moreover with the chiefs to hunt the Calydonian boar, and at the games held in honor of Pelias she wrestled with Peleus and won. Afterwards she discovered her parents, but when her father would have persuaded her to wed, she went away to a place that might serve as a racecourse, and, having planted a stake three cubits high in the middle of it, she caused her wooers to race before her from there, and ran herself in arms; and if the wooer was caught up, his due was death on the spot, and if he was not caught up, his due was marriage. When many had already perished, Melanion came to run for love of her, bringing golden apples from Aphrodite, and being pursued he threw them down, and she, picking up the dropped fruit, was beaten in the race. So Melanion married her. And once on a time it is said that out hunting they entered into the precinct of Zeus, and there taking their fill of love were changed into lions. But Hesiod and some others have said that Atalanta was not a daughter of Iasus, but of Schoeneus; and Euripides says that she was a daughter of Maenalus, and that her husband was not Melanion but Hippomenes. And by Melanion, or Ares, Atalanta had a son Parthenopaeus, who went to the war against Thebes.
[1] Ἄτλαντος δὲ καὶ τῆς Ὠκεανοῦ Πληιόνης ἐγένοντο θυγατέρες ἑπτὰ ἐν Κυλλήνῃ τῆς Ἀρκαδίας, αἱ Πληιάδες προσαγορευθεῖσαι, Ἀλκυόνη Μερόπη Κελαινὼ Ἠλέκτρα Στερόπη Ταϋγέτη Μαῖα. τούτων Στερόπην μὲν Οἰνόμαος ἔγημε, Σίσυφος δὲ Μερόπην. δυσὶ δὲ ἐμίχθη Ποσειδῶν, πρώτῃ μὲν Κελαινοῖ, ἐξ ἧς Λύκος ἔγεντο, ὃν Ποσειδῶν ἐν μακάρων ᾤκισε νήσοις, δευτέρᾳ δὲ Ἀλκυόνῃ, ἣ θυγατέρα μὲν ἐτέκνωσεν Αἴθουσαν τὴν Ἀπόλλωνι Ἐλευθῆρα τεκοῦσαν, υἱοὺς δὲ Ὑριέα καὶ Ὑπερήνορα. Ὑριέως μὲν οὖν καὶ Κλονίης νύμφης Νυκτεὺς καὶ Λύκος, Νυκτέως δὲ καὶ Πολυξοῦς Ἀντιόπη, Ἀντιόπης δὲ καὶ Διὸς Ζῆθος καὶ Ἀμφίων. ταῖς δὲ λοιπαῖς Ἀτλαντίσι Ζεὺς συνουσιάζει.
[1] Atlas and Pleione, daughter of Ocean, had seven daughters called the Pleiades, born to them at Cyllene in Arcadia, to wit: Alcyone, Merope, Celaeno, Electra, Sterope, Taygete, and Maia. Of these, Sterope was married to Oenomaus, and Merope to Sisyphus. And Poseidon had intercourse with two of them, first with Celaeno, by whom he had Lycus, whom Poseidon made to dwell in the Islands of the Blest, and second with Alcyone, who bore a daughter, Aethusa, the mother of Eleuther by Apollo, and two sons Hyrieus and Hyperenor. Hyrieus had Nycteus and Lycus by a nymph Clonia; and Nycteus had Antiope by Polyxo; and Antiope had Zethus and Amphion by Zeus. And Zeus consorted with the other daughters of Atlas.
[2] Μαῖα μὲν οὖν ἡ πρεσβυτάτη Διὶ συνελθοῦσα ἐν ἄντρῳ τῆς Κυλλήνης Ἑρμῆν τίκτει. οὗτος ἐν σπαργάνοις ἐπὶ τοῦ λίκνου κείμενος, ἐκδὺς εἰς Πιερίαν παραγίνεται, καὶ κλέπτει βόας ἃς ἔνεμεν Ἀπόλλων. ἵνα δὲ μὴ φωραθείη ὑπὸ τῶν ἰχνῶν, ὑποδήματα τοῖς ποσὶ περιέθηκε, καὶ κομίσας εἰς Πύλον τὰς μὲν λοιπὰς εἰς σπήλαιον ἀπέκρυψε, δύο δὲ καταθύσας τὰς μὲν βύρσας πέτραις καθήλωσε, τῶν δὲ κρεῶν τὰ μὲν κατηνάλωσεν ἑψήσας τὰ δὲ κατέκαυσε: καὶ ταχέως εἰς Κυλλήνην ᾤχετο. καὶ εὑρίσκει πρὸ τοῦ ἄντρου νεμομένην χελώνην. ταύτην ἐκκαθάρας, εἰς τὸ κύτος χορδὰς ἐντείνας ἐξ ὧν ἔθυσε βοῶν καὶ ἐργασάμενος λύραν εὗρε καὶ πλῆκτρον. Ἀπόλλων δὲ τὰς βόας ζητῶν εἰς Πύλον ἀφικνεῖται, καὶ τοὺς κατοικοῦντας ἀνέκρινεν. οἱ δὲ ἰδεῖν μὲν παῖδα ἐλαύνοντα ἔφασκον, οὐκ ἔχειν δὲ εἰπεῖν ποῖ ποτε ἠλάθησαν διὰ τὸ μὴ εὑρεῖν ἴχνος δύνασθαι. μαθὼν δὲ ἐκ τῆς μαντικῆς τὸν κεκλοφότα πρὸς Μαῖαν εἰς Κυλλήνην παραγίνεται, καὶ τὸν Ἑρμῆν ᾐτιᾶτο. ἡ δὲ ἐπέδειξεν αὐτὸν ἐν τοῖς σπαργάνοις. Ἀπόλλων δὲ αὐτὸν πρὸς Δία κομίσας τὰς βόας ἀπῄτει. Διὸς δὲ κελεύοντος ἀποδοῦναι ἠρνεῖτο. μὴ πείθων δὲ ἄγει τὸν Ἀπόλλωνα εἰς Πύλον καὶ τὰς βόας ἀποδίδωσιν. ἀκούσας δὲ τῆς λύρας ὁ Ἀπόλλων ἀντιδίδωσι τὰς βόας. Ἑρμῆς δὲ ταύτας νέμων σύριγγα πάλιν πηξάμενος ἐσύριζεν. Ἀπόλλων δὲ καὶ ταύτην βουλόμενος λαβεῖν, τὴν χρυσῆν ῥάβδον ἐδίδου ἣν ἐκέκτητο βουκολῶν. ὁ δὲ καὶ ταύτην λαβεῖν ἀντὶ τῆς σύριγγος ἤθελε καὶ τὴν μαντικὴν ἐπελθεῖν: καὶ δοὺς διδάσκεται τὴν διὰ τῶν ψήφων μαντικήν. Ζεὺς δὲ αὐτὸν κήρυκα ἑαυτοῦ καὶ θεῶν ὑποχθονίων τίθησι.
[2] Maia, the eldest, as the fruit of her intercourse with Zeus, gave birth to Hermes in a cave of Cyllene. He was laid in swaddling-bands on the winnowing fan, but he slipped out and made his way to Pieria and stole the kine which Apollo was herding. And lest he should be detected by the tracks, he put shoes on their feet and brought them to Pylus, and hid the rest in a cave; but two he sacrificed and nailed the skins to rocks, while of the flesh he boiled and ate some, and some he burned. And quickly he departed to Cyllene. And before the cave he found a tortoise browsing. He cleaned it out, strung the shell with chords made from the kine he had sacrificed, and having thus produced a lyre he invented also a plectrum. But Apollo came to Pylus in search of the kine, and he questioned the inhabitants. They said that they had seen a boy driving cattle, but could not say whither they had been driven, because they could find no track. Having discovered the thief by divination, Apollo came to Maia at Cyllene and accused Hermes. But she showed him the child in his swaddling-bands. So Apollo brought him to Zeus, and claimed the kine; and when Zeus bade him restore them, Hermes denied that he had them, but not being believed he led Apollo to Pylus and restored the kine. Howbeit, when Apollo heard the lyre, he gave the kine in exchange for it. And while Hermes pastured them, he again made himself a shepherd’s pipe and piped on it. And wishing to get the pipe also, Apollo offered to give him the golden wand which he owned while he herded cattle. But Hermes wished both to get the wand for the pipe and to acquire the art of divination. So he gave the pipe and learned the art of divining by pebbles. And Zeus appointed him herald to himself and to the infernal gods.
[3] Ταϋγέτη δὲ ἐκ Διὸς ἐγέννησε Λακεδαίμονα, ἀφ᾽ οὗ καὶ Λακεδαίμων ἡ χώρα καλεῖται. Λακεδαίμονος δὲ καὶ Σπάρτης τῆς Εὐρώτα, ὃς ἦν ἀπὸ Λέλεγος αὐτόχθονος καὶ νύμφης νηίδος Κλεοχαρείας, Ἀμύκλας καὶ Εὐρυδίκη, ἣν ἔγημεν Ἀκρίσιος. Ἀμύκλα δὲ καὶ Διομήδης τῆς Λαπίθου Κυνόρτης καὶ Ὑάκινθος. τοῦτον εἶναι τοῦ Ἀπόλλωνος ἐρώμενον λέγουσιν, ὃν δίσκῳ βαλὼν ἄκων ἀπέκτεινε. Κυνόρτου δὲ Περιήρης, ὃς γαμεῖ Γοργοφόνην τὴν Περσέως, καθάπερ Στησίχορός φησι, καὶ τίκτει Τυνδάρεων Ἰκάριον Ἀφαρέα Λεύκιππον. Ἀφαρέως μὲν οὖν καὶ Ἀρήνης τῆς Οἰβάλου Λυγκεύς τε καὶ Ἴδας καὶ Πεῖσος: κατὰ πολλοὺς δὲ Ἴδας ἐκ Ποσειδῶνος λέγεται. Λυγκεὺς δὲ ὀξυδερκίᾳ διήνεγκεν, ὡς καὶ τὰ ὑπὸ γῆν θεωρεῖν. Λευκίππου δὲ θυγατέρες ἐγένοντο Ἱλάειρα καὶ Φοίβη: ταύτας ἁρπάσαντες ἔγημαν Διόσκουροι. πρὸς δὲ ταύταις Ἀρσινόην ἐγέννησε. ταύτῃ μίγνυται Ἀπόλλων, ἡ δὲ Ἀσκληπιὸν γεννᾷ. τινὲς δὲ Ἀσκληπιὸν οὐκ ἐξ Ἀρσινόης τῆς Λευκίππου λέγουσιν, ἀλλ᾽ ἐκ Κορωνίδος τῆς Φλεγύου ἐν Θεσσαλίᾳ. καί φασιν ἐρασθῆναι ταύτης Ἀπόλλωνα καὶ εὐθέως συνελθεῖν: τὴν δὲ παρὰ τὴν τοῦ πατρὸς γνώμην ἑλομένην Ἴσχυϊ τῷ Καινέως ἀδελφῷ συνοικεῖν. Ἀπόλλων δὲ τὸν μὲν ἀπαγγείλαντα κόρακα καταρᾶται, ὃν τέως λευκὸν ὄντα ἐποίησε μέλανα, αὐτὴν δὲ ἀπέκτεινε. καιομένης δὲ αὐτῆς ἁρπάσας τὸ βρέφος ἐκ τῆς πυρᾶς πρὸς Χείρωνα τὸν Κένταυρον ἤνεγκε, παρ᾽ ᾧ καὶ τὴν ἰατρικὴν καὶ τὴν κυνηγετικὴν τρεφόμενος ἐδιδάχθη. καὶ γενόμενος χειρουργικὸς καὶ τὴν τέχνην ἀσκήσας ἐπὶ πολὺ οὐ μόνον ἐκώλυέ τινας ἀποθνήσκειν, ἀλλ᾽ ἀνήγειρε καὶ τοὺς ἀποθανόντας: παρὰ γὰρ Ἀθηνᾶς λαβὼν τὸ ἐκ τῶν φλεβῶν τῆς Γοργόνος ῥυὲν αἷμα, τῷ μὲν ἐκ τῶν ἀριστερῶν ῥυέντι πρὸς φθορὰν ἀνθρώπων ἐχρῆτο, τῷ δὲ ἐκ τῶν δεξιῶν πρὸς σωτηρίαν, καὶ διὰ τούτου τοὺς τεθνηκότας ἀνήγειρεν. εὗρον δέ τινας λεγομένους ἀναστῆναι ὑπ᾽ αὐτοῦ, Καπανέα καὶ Λυκοῦργον, ὡς Στησίχορός φησιν ἐν Ἐριφύλῃ, Ἱππόλυτον, ὡς ὁ τὰ Ναυπακτικὰ συγγράψας λέγει, Τυνδάρεων, ὥς φησι Πανύασις, Ὑμέναιον, ὡς οἱ Ὀρφικοὶ λέγουσι, Γλαῦκον τὸν Μίνωος, ὡς Μελησαγόρας λέγει.
[3] Taygete had by Zeus a son Lacedaemon, after whom the country of Lacedaemon is called. Lacedaemon and Sparta, daughter of Eurotas ( who was a son of Lelex, a son of the soil, by a Naiad nymph Cleocharia), had a son Amyclas and a daughter Eurydice, whom Acrisius married. Amyclas and Diomede, daughter of Lapithus, had sons, Cynortes and Hyacinth. They say that this Hyacinth was beloved of Apollo and killed by him involuntarily with the cast of a quoit. Cynortes had a son Perieres, who married Gorgophone, daughter of Perseus, as Stesichorus says, and she bore Tyndareus, Icarius, Aphareus, and Leucippus. Aphareus and Arene, daughter of Oebalus, had sons Lynceus and Idas and Pisus; but according to many, Idas is said to have been gotten by Poseidon. Lynceus excelled in sharpness of sight, so that he could even see things underground. Leucippus had daughters, Hilaira and Phoebe: these the Dioscuri carried off and married. Besides them Leucippus begat Arsinoe: with her Apollo had intercourse, and she bore Aesculapius. But some affirm that Aesculapius was not a son of Arsinoe, daughter of Leucippus, but that he was a son of Coronis, daughter of Phlegyas in Thessaly. And they say that Apollo loved her and at once consorted with her, but that she, against her father’s judgment, preferred and cohabited with Ischys, brother of Caeneus. Apollo cursed the raven that brought the tidings and made him black instead of white, as he had been before; but he killed Coronis. As she was burning, he snatched the babe from the pyre and brought it to Chiron, the centaur, by whom he was brought up and taught the arts of healing and hunting. And having become a surgeon, and carried the art to a great pitch, he not only prevented some from dying, but even raised up the dead; for he had received from Athena the blood that flowed from the veins of the Gorgon, and while he used the blood that flowed from the veins on the left side for the bane of mankind, he used the blood that flowed from the right side for salvation, and by that means he raised the dead. I found some who are reported to have been raised by him, to wit, Capaneus and Lycurgus, as Stesichorus says in the Eriphyle; Hippolytus, as the author of the Naupactica reports; Tyndareus, as Panyasis says; Hymenaeus, as the Orphics report; and Glaucus, son of Minos, as Melesagoras relates.
[4] Ζεὺς δὲ φοβηθεὶς μὴ λαβόντες ἄνθρωποι θεραπείαν παρ᾽ αὐτοῦ βοηθῶσιν ἀλλήλοις, ἐκεραύνωσεν αὐτόν. καὶ διὰ τοῦτο ὀργισθεὶς Ἀπόλλων κτείνει Κύκλωπας τοὺς τὸν κεραυνὸν Διὶ κατασκευάσαντας. Ζεὺς δὲ ἐμέλλησε ῥίπτειν αὐτὸν εἰς Τάρταρον, δεηθείσης δὲ Λητοῦς ἐκέλευσεν αὐτὸν ἐνιαυτὸν ἀνδρὶ θητεῦσαι. ὁ δὲ παραγενόμενος εἰς Φερὰς πρὸς Ἄδμητον τὸν Φέρητος τούτῳ λατρεύων ἐποίμαινε, καὶ τὰς θηλείας βόας πάσας διδυμοτόκους ἐποίησεν.εἰσὶ δὲ οἱ λέγοντες Ἀφαρέα μὲν καὶ Λεύκιππον ἐκ Περιήρους γενέσθαι τοῦ Αἰόλου, Κυνόρτου δὲ Περιήρην, τοῦ δὲ Οἴβαλον, Οἰβάλου δὲ καὶ νηίδος νύμφης Βατείας Τυνδάρεων Ἱπποκόωντα Ἰκάριον.
[4] But Zeus, fearing that men might acquire the healing art from him and so come to the rescue of each other, smote him with a thunderbolt. Angry on that account, Apollo slew the Cyclopes who had fashioned the thunderbolt for Zeus. But Zeus would have hurled him to Tartarus; however, at the intercession of Latona he ordered him to serve as a thrall to a man for a year. So he went to Admetus, son of Pheres, at Pherae, and served him as a herdsman, and caused all the cows to drop twins.But some say that Aphareus and Leucippus were sons of Perieres, the son of Aeolus, and that Cynortes begat Perieres, and that Perieres begat Oebalus, and that Oebalus begat Tyndareus, Hippocoon, and Icarius by a Naiad nymph Batia.
[5] Ἱπποκόωντος μὲν οὖν ἐγένοντο παῖδες Δορυκλεὺς Σκαῖος Ἐναροφόρος Εὐτείχης Βουκόλος Λύκαιθος Τέβρος Ἱππόθοος Εὔρυτος Ἱπποκορυστὴς Ἀλκίνους Ἄλκων. τούτους Ἱπποκόων ἔχων παῖδας Ἰκάριον καὶ Τυνδάρεων ἐξέβαλε Λακεδαίμονος. οἱ δὲ φεύγουσι πρὸς Θέστιον, καὶ συμμαχοῦσιν αὐτῷ πρὸς τοὺς ὁμόρους πόλεμον ἔχοντι: καὶ γαμεῖ Τυνδάρεως Θεστίου θυγατέρα Λήδαν. αὖθις δέ, ὅτε Ἡρακλῆς Ἱπποκόωντα καὶ τοὺς τούτου παῖδας ἀπέκτεινε, κατέρχονται, καὶ παραλαμβάνει Τυνδάρεως τὴν βασιλείαν.
[5] Now Hippocoon had sons, to wit: Dorycleus, Scaeus, Enarophorus, Eutiches, Bucolus, Lycaethus, Tebrus, Hippothous, Eurytus, Hippocorystes, Alcinus, and Alcon. With the help of these sons Hippocoon expelled Icarius and Tyndareus from Lacedaemon. They fled to Thestius and allied themselves with him in the war which he waged with his neighbors; and Tyndareus married Leda, daughter of Thestius. But afterwards, when Hercules slew Hippocoon and his sons, they returned, and Tyndareus succeeded to the kingdom.
[6] Ἰκαρίου μὲν οὖν καὶ Περιβοίας νύμφης νηίδος Θόας Δαμάσιππος Ἰμεύσιμος Ἀλήτης Περίλεως, καὶ θυγάτηρ Πηνελόπη, ἣν ἔγημεν Ὀδυσσεύς: Τυνδάρεω δὲ καὶ Λήδας Τιμάνδρα, ἣν Ἔχεμος ἔγημε, καὶ Κλυταιμνήστρα, ἣν ἔγημεν Ἀγαμέμνων, ἔτι τε Φυλονόη, ἣν Ἄρτεμις ἀθάνατον ἐποίησε.
[6] Icarius and Periboea, a Naiad nymph, had five sons, Thoas, Damasippus, Imeusimus, Aletes, Perileos, and a daughter Penelope, whom Ulysses married. Tyndareus and Leda had daughters, to wit, Timandra, whom Echemus married, and Clytaemnestra, whom Agamemnon married; also another daughter Phylonoe, whom Artemis made immortal.
[7] Διὸς δὲ Λήδᾳ συνελθόντος ὁμοιωθέντος κύκνῳ, καὶ κατὰ τὴν αὐτὴν νύκτα Τυνδάρεω, Διὸς μὲν ἐγεννήθη Πολυδεύκης καὶ Ἑλένη, Τυνδάρεω δὲ Κάστωρ καὶ Κλυταιμνήστρα. λέγουσι δὲ ἔνιοι Νεμέσεως Ἑλένην εἶναι καὶ Διός. ταύτην γὰρ τὴν Διὸς φεύγουσαν συνουσίαν εἰς χῆνα τὴν μορφὴν μεταβαλεῖν, ὁμοιωθέντα δὲ καὶ Δία κύκνῳ συνελθεῖν: τὴν δὲ ᾠὸν ἐκ τῆς συνουσίας ἀποτεκεῖν, τοῦτο δὲ ἐν τοῖς ἄλσεσιν εὑρόντα τινὰ ποιμένα Λήδᾳ κομίσαντα δοῦναι, τὴν δὲ καταθεμένην εἰς λάρνακα φυλάσσειν, καὶ χρόνῳ καθήκοντι γεννηθεῖσαν Ἑλένην ὡς ἐξ αὑτῆς θυγατέρα τρέφειν. γενομένην δὲ αὐτὴν κάλλει διαπρεπῆ Θησεὺς ἁρπάσας εἰς Ἀφίδνας ἐκόμισε. Πολυδεύκης δὲ καὶ Κάστωρ ἐπιστρατεύσαντες, ἐν Ἅιδου Θησέως ὄντος, αἱροῦσι τὴν πόλιν καὶ τὴν Ἑλένην λαμβάνουσι, καὶ τὴν Θησέως μητέρα Αἴθραν ἄγουσιν αἰχμάλωτον.
[7] But Zeus in the form of a swan consorted with Leda, and on the same night Tyndareus cohabited with her; and she bore Pollux and Helen to Zeus, and Castor and Clytaemnestra to Tyndareus. But some say that Helen was a daughter of Nemesis and Zeus; for that she, flying from the arms of Zeus, changed herself into a goose, but Zeus in his turn took the likeness of a swan and so enjoyed her; and as the fruit of their loves she laid an egg, and a certain shepherd found it in the groves and brought and gave it to Leda; and she put it in a chest and kept it; and when Helen was hatched in due time, Leda brought her up as her own daughter. And when she grew into a lovely woman, Theseus carried her off and brought her to Aphidnae. But when Theseus was in Hades, Pollux and Castor marched against Aphidnae, took the city, got possession of Helen, and led Aethra, the mother of Theseus, away captive.
[8] παρεγένοντο δὲ εἰς Σπάρτην ἐπὶ τὸν Ἑλένης γάμον οἱ βασιλεύοντες Ἑλλάδος. ἦσαν δὲ οἱ μνηστευόμενοι οἵδε: Ὀδυσσεὺς Λαέρτου, Διομήδης Τυδέως, Ἀντίλοχος Νέστορος, Ἀγαπήνωρ Ἀγκαίου, Σθένελος Καπανέως, Ἀμφίμαχος Κτεάτου, Θάλπιος Εὐρύτου, Μέγης Φυλέως, Ἀμφίλοχος Ἀμφιαράου, Μενεσθεὺς Πετεώ, Σχεδίος καὶ Ἐπίστροφος Ἰφίτου, Πολύξενος Ἀγασθένους, Πηνέλεως Ἱππαλκίμου, Λήιτος Ἀλέκτορος, Αἴας Ὀιλέως, Ἀσκάλαφος καὶ Ἰάλμενος Ἄρεος, Ἐλεφήνωρ Χαλκώδοντος, Εὔμηλος Ἀδμήτου, Πολυποίτης Πειρίθου, Λεοντεὺς Κορώνου, Ποδαλείριος καὶ Μαχάων Ἀσκληπιοῦ, Φιλοκτήτης Ποίαντος, Εὐρύπυλος Εὐαίμονος, Πρωτεσίλαος Ιφίκλου, Μενέλαος Ἀτρέως, Αἴας καὶ Τεῦκρος Τελαμῶνος, Πάτροκλος Μενοιτίου.
[8] Now the kings of Greece repaired to Sparta to win the hand of Helen. The wooers were these: — Ulysses, son of Laertes; Diomedes, son of Tydeus; Antilochus, son of Nestor; Agapenor, son of Ancaeus; Sthenelus, son of Capaneus; Amphimachus, son of Cteatus; Thalpius, son of Eurytus; Meges, son of Phyleus; Amphilochus, son of Amphiaraus; Menestheus, son of Peteos; Schedius and Epistrophus, sons of Iphitus; Polyxenus, son of Agasthenes; Peneleos, son of Hippalcimus; Leitus, son of Alector; Ajax, son of Oileus; Ascalaphus and Ialmenus, sons of Ares; Elephenor, son of Chalcodon; Eumelus, son of Admetus; Polypoetes, son of Perithous; Leonteus, son of Coronus; Podalirius and Machaon, sons of Aesculapius; Philoctetes, son of Poeas; Eurypylus, son of Evaemon; Protesilaus, son of Iphiclus; Menelaus, son of Atreus; Ajax and Teucer, sons of Telamon; Patroclus, son of Menoetius.
[9] τούτων ὁρῶν τὸ πλῆθος Τυνδάρεως ἐδεδοίκει μὴ προκριθέντος ἑνὸς στασιάσωσιν οἱ λοιποί. ὑποσχομένου δὲ Ὀδυσσέως, ἐὰν συλλάβηται πρὸς τὸν Πηνελόπης αὐτῷ γάμον, ὑποθήσεσθαι τρόπον τινὰ δι᾽ οὗ μηδεμία γενήσεται στάσις, ὡς ὑπέσχετο αὐτῷ συλλήψεσθαι ὁ Τυνδάρεως, πάντας εἶπεν ἐξορκίσαι τοὺς μνηστῆρας βοηθήσειν, ἐὰν ὁ προκριθεὶς νυμφίος ὑπὸ ἄλλου τινὸς ἀδικῆται περὶ τὸν γάμον. ἀκούσας δὲ τοῦτο Τυνδάρεως τοὺς μνηστῆρας ἐξορκίζει, καὶ Μενέλαον μὲν αὐτὸς αἱρεῖται νυμφίον, Ὀδυσσεῖ δὲ παρὰ Ἰκαρίου μνηστεύεται Πηνελόπην.
[9] Seeing the multitude of them, Tyndareus feared that the preference of one might set the others quarrelling; but Ulysses promised that, if he would help him to win the hand of Penelope, he would suggest a way by which there would be no quarrel. And when Tyndareus promised to help him, Ulysses told him to exact an oath from all the suitors that they would defend the favoured bridegroom against any wrong that might be done him in respect of his marriage. On hearing that, Tyndareus put the suitors on their oath, and while he chose Menelaus to be the bridegroom of Helen, he solicited Icarius to bestow Penelope on Ulysses.
[1] Μενέλαος μὲν οὖν ἐξ Ἑλένης Ἑρμιόνην ἐγέννησε καὶ κατά τινας Νικόστρατον, ἐκ δούλης δὲ Πιερίδος, γένος Αἰτωλίδος, ἢ καθάπερ Ἀκουσίλαός φησι Τηρηίδος, Μεγαπένθη, ἐκ Κνωσσίας δὲ νύμφης κατὰ Εὔμηλον Ξενόδαμον.
[1] Now Menelaus had by Helen a daughter Hermione and, according to some, a son Nicostratus; and by a female slave Pieris, an Aetolian, or, according to Acusilaus, by Tereis, he had a son Megapenthes; and by a nymph Cnossia, according to Eumelus, he had a son Xenodamus.
[2] τῶν δὲ ἐκ Λήδας γενομένων παίδων Κάστωρ μὲν ἤσκει τὰ κατὰ πόλεμον, Πολυδεύκης δὲ πυγμήν, καὶ διὰ τὴν ἀνδρείαν ἐκλήθησαν ἀμφότεροι Διόσκουροι. βουλόμενοι δὲ γῆμαι τὰς Λευκίππου θυγατέρας ἐκ Μεσσήνης ἁρπάσαντες ἔγημαν: καὶ γίνεται μὲν Πολυδεύκους καὶ Φοίβης Μνησίλεως, Κάστορος δὲ καὶ Ἱλαείρας Ἀνώγων. ἐλάσαντες δὲ ἐκ τῆς Ἀρκαδίας βοῶν λείαν μετὰ τῶν Ἀφαρέως παίδων Ἴδα καὶ Λυγκέως, ἐπιτρέπουσιν Ἴδᾳ διελεῖν: ὁ δὲ τεμὼν βοῦν εἰς μέρη τέσσαρα, τοῦ πρώτου καταφαγόντος εἶπε τῆς λείας τὸ ἥμισυ ἔσεσθαι, καὶ τοῦ δευτέρου τὸ λοιπόν. καὶ φθάσας κατηνάλωσε τὸ μέρος τὸ ἴδιον πρῶτος Ἴδας, καὶ τὸ τοῦ ἀδελφοῦ, καὶ μετ᾽ ἐκείνου τὴν λείαν εἰς Μεσσήνην ἤλασε. στρατεύσαντες δὲ ἐπὶ Μεσσήνην οἱ Διόσκουροι τήν τε λείαν ἐκείνην καὶ πολλὴν ἄλλην συνελαύνουσι. καὶ τὸν Ἴδαν ἐλόχων καὶ τὸν Λυγκέα. Λυγκεὺς δὲ ἰδὼν Κάστορα ἐμήνυσεν Ἴδᾳ, κἀκεῖνος αὐτὸν κτείνει. Πολυδεύκης δὲ ἐδίωξεν αὐτούς, καὶ τὸν μὲν Λυγκέα κτείνει τὸ δόρυ προέμενος, τὸν δὲ Ἴδαν διώκων, βληθεὶς ὑπ᾽ ἐκείνου πέτρᾳ κατὰ τῆς κεφαλῆς, πίπτει σκοτωθείς. καὶ Ζεὺς Ἴδαν κεραυνοῖ, Πολυδεύκην δὲ εἰς οὐρανὸν ἀνάγει. μὴ δεχομένου δὲ Πολυδεύκους τὴν ἀθανασίαν ὄντος νεκροῦ Κάστορος, Ζεὺς ἀμφοτέροις παρ᾽ ἡμέραν καὶ ἐν θεοῖς εἶναι καὶ ἐν θνητοῖς ἔδωκε. μεταστάντων δὲ εἰς θεοὺς τῶν Διοσκούρων, Τυνδάρεως μεταπεμψάμενος Μενέλαον εἰς Σπάρτην τούτῳ τὴν βασιλείαν παρέδωκεν.
[2] Of the sons born to Leda Castor practised the art of war, and Pollux the art of boxing; and on account of their manliness they were both called Dioscuri. And wishing to marry the daughters of Leucippus, they carried them off from Messene and wedded them; and Pollux had Mnesileus by Phoebe, and Castor had Anogon by Hilaira. And having driven booty of cattle from Arcadia, in company with Idas and Lynceus, sons of Aphareus, they allowed Idas to divide the spoil. He cut a cow in four and said that one half of the booty should be his who ate his share first, and that the rest should be his who ate his share second. And before they knew where they were, Idas had swallowed his own share first and likewise his brother’s, and with him had driven off the captured cattle to Messene. But the Dioscuri marched against Messene, and drove away that cattle and much else besides. And they lay in wait for Idas and Lynceus. But Lynceus spied Castor and discovered him to Idas, who killed him. Pollux chased them and slew Lynceus by throwing his spear, but in pursuing Lynceus he was wounded in the head with a stone thrown by him, and fell down in a swoon. And Zeus smote Idas with a thunderbolt, but Pollux he carried up to heaven. Nevertheless, as Pollux refused to accept immortality while his brother Castor was dead, Zeus permitted them both to be every other day among the gods and among mortals. And when the Dioscuri were translated to the gods, Tyndareus sent for Menelaus to Sparta and handed over the kingdom to him.
[1] Ἠλέκτρας δὲ τῆς Ἄτλαντος καὶ Διὸς Ἰασίων καὶ Δάρδανος ἐγένοντο. Ἰασίων μὲν οὖν ἐρασθεὶς Δήμητρος καὶ θέλων καταισχῦναι τὴν θεὸν κεραυνοῦται, Δάρδανος δὲ ἐπὶ τῷ θανάτῳ τοῦ ἀδελφοῦ λυπούμενος, Σαμοθρᾴκην ἀπολιπὼν εἰς τὴν ἀντίπερα ἤπειρον ἦλθε. ταύτης δὲ ἐβασίλευε Τεῦκρος ποταμοῦ Σκαμάνδρου καὶ νύμφης Ἰδαίας: ἀφ᾽ οὗ καὶ οἱ τὴν χώραν νεμόμενοι Τεῦκροι προσηγορεύοντο. ὑποδεχθεὶς δὲ ὑπὸ τοῦ βασιλέως, καὶ λαβὼν μέρος τῆς γῆς καὶ τὴν ἐκείνου θυγατέρα Βάτειαν, Δάρδανον ἔκτισε πόλιν: τελευτήσαντος δὲ Τεύκρου τὴν χώραν ἅπασαν Δαρδανίαν ἐκάλεσε.
[1] Electra, daughter of Atlas, had two sons, Iasion and Dardanus, by Zeus. Now Iasion loved Demeter, and in an attempt to defile the goddess he was killed by a thunderbolt. Grieved at his brother’s death, Dardanus left Samothrace and came to the opposite mainland. That country was ruled by a king, Teucer, son of the river Scamander and of a nymph Idaea, and the inhabitants of the country were called Teucrians after Teucer. Being welcomed by the king, and having received a share of the land and the king’s daughter Batia, he built a city Dardanus, and when Teucer died he called the whole country Dardania.
[2] γενομένων δὲ αὐτῷ παίδων Ἴλου καὶ Ἐριχθονίου, Ἶλος μὲν ἄπαις ἀπέθανεν, Ἐριχθόνιος δὲ διαδεξάμενος τὴν βασιλείαν, γήμας Ἀστυόχην τὴν Σιμόεντος, τεκνοῖ Τρῶα. οὗτος παραλαβὼν τὴν βασιλείαν τὴν μὲν χώραν ἀφ᾽ ἑαυτοῦ Τροίαν ἐκάλεσε, καὶ γήμας Καλλιρρόην τὴν Σκαμάνδρου γεννᾷ θυγατέρα μὲν Κλεοπάτραν, παῖδας δὲ Ἶλον καὶ Ἀσσάρακον καὶ Γανυμήδην. τοῦτον μὲν οὖν διὰ κάλλος ἀναρπάσας Ζεὺς δι᾽ ἀετοῦ θεῶν οἰνοχόον ἐν οὐρανῷ κατέστησεν: Ἀσσαράκου δὲ καὶ Ἱερομνήμης τῆς Σιμόεντος Κάπυς, τοῦ δὲ καὶ Θεμίστης τῆς Ἴλου Ἀγχίσης, ᾧ δι᾽ ἐρωτικὴν ἐπιθυμίαν Ἀφροδίτη συνελθοῦσα Αἰνείαν ἐγέννησε καὶ Λύρον, ὃς ἄπαις ἀπέθανεν.
[2] And he had sons born to him, Ilus and Erichthonius, of whom Ilus died childless, and Erichthonius succeeded to the kingdom and marrying Astyoche, daughter of Simoeis, begat Tros. On succeeding to the kingdom, Tros called the country Troy after himself, and marrying Callirrhoe, daughter of Scamander, he begat a daughter Cleopatra, and sons, Ilus, Assaracus, and Ganymede. This Ganymede, for the sake of his beauty, Zeus caught up on an eagle and appointed him cupbearer of the gods in heaven; and Assaracus had by his wife Hieromneme, daughter of Simoeis, a son Capys; and Capys had by his wife Themiste, daughter of Ilus, a son Anchises, whom Aphrodite met in love’s dalliance, and to whom she bore Aeneas and Lyrus, who died childless.
[3] Ἶλος δὲ εἰς Φρυγίαν ἀφικόμενος καὶ καταλαβὼν ὑπὸ τοῦ βασιλέως αὐτόθι τεθειμένον ἀγῶνα νικᾷ πάλην: καὶ λαβὼν ἆθλον πεντήκοντα κόρους καὶ κόρας τὰς ἴσας, δόντος αὐτῷ τοῦ βασιλέως κατὰ χρησμὸν καὶ βοῦν ποικίλην, καὶ φράσαντος ἐν ᾧπερ ἂν αὐτὴ κλιθῇ τόπῳ πόλιν κτίζειν, εἵπετο τῇ βοΐ. ἡ δὲ ἀφικομένη ἐπὶ τὸν λεγόμενον τῆς Φρυγίας Ἄτης λόφον κλίνεται: ἔνθα πόλιν κτίσας Ἶλος ταύτην μὲν Ἴλιον ἐκάλεσε, τῷ δὲ Διὶ σημεῖον εὐξάμενος αὐτῷ τι φανῆναι, μεθ᾽ ἡμέραν τὸ διιπετὲς παλλάδιον πρὸ τῆς σκηνῆς κείμενον ἐθεάσατο. ἦν δὲ τῷ μεγέθει τρίπηχυ, τοῖς δὲ ποσὶ συμβεβηκός, καὶ τῇ μὲν δεξιᾷ δόρυ διηρμένον ἔχον τῇ δὲ ἑτέρᾳ ἠλακάτην καὶ ἄτρακτον.ἱστορία δὲ ἡ περὶ τοῦ παλλαδίου τοιάδε φέρεται: φασὶ γεννηθεῖσαν τὴν Ἀθηνᾶν παρὰ Τρίτωνι τρέφεσθαι, ᾧ θυγάτηρ ἦν Παλλάς: ἀμφοτέρας δὲ ἀσκούσας τὰ κατὰ πόλεμον εἰς φιλονεικίαν ποτὲ προελθεῖν. μελλούσης δὲ πλήττειν τῆς Παλλάδος τὸν Δία φοβηθέντα τὴν αἰγίδα προτεῖναι, τὴν δὲ εὐλαβηθεῖσαν ἀναβλέψαι, καὶ οὕτως ὑπὸ τῆς Ἀθηνᾶς τρωθεῖσαν πεσεῖν. Ἀθηνᾶν δὲ περίλυπον ἐπ᾽ αὐτῇ γενομένην, ξόανον ἐκείνης ὅμοιον κατασκευάσαι, καὶ περιθεῖναι τοῖς στέρνοις ἣν ἔδεισεν αἰγίδα, καὶ τιμᾶν ἱδρυσαμένην παρὰ τῷ Διί. ὕστερον δὲ Ἠλέκτρας κατὰ τὴν φθορὰν τούτῳ προσφυγούσης, Δία ῥῖψαι μετ᾽ Ἄτης καὶ τὸ παλλάδιον εἰς τὴν Ἰλιάδα χώραν, Ἶλον δὲ τούτῳ ναὸν κατασκευάσαντα τιμᾶν. καὶ περὶ μὲν τοῦ παλλαδίου ταῦτα λέγεται.Ἶλος δὲ γήμας Εὐρυδίκην τὴν Ἀδράστου Λαομέδοντα ἐγέννησεν, ὃς γαμεῖ Στρυμὼ τὴν Σκαμάνδρου, κατὰ δέ τινας Πλακίαν τὴν Ὀτρέως, κατ᾽ ἐνίους δὲ Λευκίππην, καὶ τεκνοῖ παῖδας μὲν Τιθωνὸν Λάμπον Κλυτίον Ἱκετάονα Ποδάρκην, θυγατέρας δὲ Ἡσιόνην καὶ Κίλλαν καὶ Ἀστυόχην, ἐκ δὲ νύμφης Καλύβης Βουκολίωνα.
[3] But Ilus went to Phrygia, and finding games held there by the king, he was victorious in wrestling. As a prize he received fifty youths and as many maidens, and the king, in obedience to an oracle, gave him also a dappled cow and bade him found a city wherever the animal should lie down; so he followed the cow. And when she was come to what was called the hill of the Phrygian Ate, she lay down; there Ilus built a city and called it Ilium. And having prayed to Zeus that a sign might be shown to him, he beheld by day the Palladium, fallen from heaven, lying before his tent. It was three cubits in height, its feet joined together; in its right hand it held a spear aloft, and in the other hand a distaff and spindle.The story told about the Palladium is as follows: They say that when Athena was born she was brought up by Triton, who had a daughter Pallas; and that both girls practised the arts of war, but that once on a time they fell out; and when Pallas was about to strike a blow, Zeus in fear interposed the aegis, and Pallas, being startled, looked up, and so fell wounded by Athena. And being exceedingly grieved for her, Athena made a wooden image in her likeness, and wrapped the aegis, which she had feared, about the breast of it, and set it up beside Zeus and honored it. But afterwards Electra, at the time of her violation, took refuge at the image, and Zeus threw the Palladium along with Ate into the Ilian country; and Ilus built a temple for it, and honored it. Such is the legend of the Palladium.And Ilus married Eurydice, daughter of Adrastus, and begat Laomedon, who married Strymo, daughter of Scamander; but according to some his wife was Placia, daughter of Otreus, and according to others she was Leucippe; and he begat five sons, Tithonus, Lampus, Clytius, Hicetaon, Podarces, and three daughters, Hesione, Cilla, and Astyoche; and by a nymph Calybe he had a son Bucolion.
[4] Τιθωνὸν μὲν οὖν Ἠὼς ἁρπάσασα δι᾽ ἔρωτα εἰς Αἰθιοπίαν κομίζει, κἀκεῖ συνελθοῦσα γεννᾷ παῖδας Ἠμαθίωνα καὶ Μέμνονα.
[4] Now the Dawn snatched away Tithonus for love and brought him to Ethiopia, and there consorting with him she bore two sons, Emathion and Memnon.
[5] μετὰ δὲ τὸ αἱρεθῆναι Ἴλιον ὑπὸ Ἡρακλέους, ὡς μικρὸν πρόσθεν ἡμῖν λέλεκται, ἐβασίλευσε Ποδάρκης ὁ κληθεὶς Πρίαμος: καὶ γαμεῖ πρώτην Ἀρίσβην τὴν Μέροπος, ἐξ ἧς αὐτῷ παῖς Αἴσακος γίνεται, ὃς ἔγημεν Ἀστερόπην τὴν Κεβρῆνος θυγατέρα, ἣν πενθῶν ἀποθανοῦσαν ἀπωρνεώθη. Πρίαμος δὲ Ἀρίσβην ἐκδοὺς Ὑρτάκῳ δευτέραν ἔγημεν Ἑκάβην τὴν Δύμαντος, ἢ ὥς τινές φασι Κισσέως, ἢ ὡς ἕτεροι λέγουσι Σαγγαρίου ποταμοῦ καὶ Μετώπης. γεννᾶται δὲ αὐτῇ πρῶτος μὲν Ἕκτωρ: δευτέρου δὲ γεννᾶσθαι μέλλοντος βρέφους ἔδοξεν Ἑκάβη καθ᾽ ὕπνους δαλὸν τεκεῖν διάπυρον, τοῦτον δὲ πᾶσαν ἐπινέμεσθαι τὴν πόλιν καὶ καίειν. μαθὼν δὲ Πρίαμος παρ᾽ Ἑκάβης τὸν ὄνειρον, Αἴσακον τὸν υἱὸν μετεπέμψατο: ἦν γὰρ ὀνειροκρίτης παρὰ τοῦ μητροπάτορος Μέροπος διδαχθείς. οὗτος εἰπὼν τῆς πατρίδος γενέσθαι τὸν παῖδα ἀπώλειαν, ἐκθεῖναι τὸ βρέφος ἐκέλευε. Πρίαμος δέ, ὡς ἐγεννήθη τὸ βρέφος, δίδωσιν ἐκθεῖναι οἰκέτῃ κομίσαντι εἰς Ἴδην: ὁ δὲ οἰκέτης Ἀγέλαος ὠνομάζετο. τὸ δὲ ἐκτεθὲν ὑπὸ τούτου βρέφος πένθ᾽ ἡμέρας ὑπὸ ἄρκτου ἐτράφη. ὁ δὲ σωζόμενον εὑρὼν ἀναιρεῖται, καὶ κομίσας ἐπὶ τῶν χωρίων ὡς ἴδιον παῖδα ἔτρεφεν, ὀνομάσας Πάριν. γενόμενος δὲ νεανίσκος καὶ πολλῶν διαφέρων κάλλει τε καὶ ῥώμῃ αὖθις Ἀλέξανδρος προσωνομάσθη, λῃστὰς ἀμυνόμενος καὶ τοῖς ποιμνίοις ἀλεξήσας , ὅπερ ἐστὶ βοηθήσας. καὶ μετ᾽ οὐ πολὺ τοὺς γονέας ἀνεῦρε.μετὰ τοῦτον ἐγέννησεν Ἑκάβη θυγατέρας μὲν Κρέουσαν Λαοδίκην Πολυξένην Κασάνδραν, ᾗ συνελθεῖν βουλόμενος Ἀπόλλων τὴν μαντικὴν ὑπέσχετο διδάξειν. ἡ δὲ μαθοῦσα οὐ συνῆλθεν: ὅθεν Ἀπόλλων ἀφείλετο τῆς μαντικῆς αὐτῆς τὸ πείθειν. αὖθις δὲ παῖδας ἐγέννησε Δηίφοβον Ἕλενον Πάμμονα Πολίτην Ἄντιφον Ἱππόνοον Πολύδωρον Τρωίλον: τοῦτον ἐξ Ἀπόλλωνος λέγεται γεγεννηκέναι.ἐκ δὲ ἄλλων γυναικῶν Πριάμῳ παῖδες γίνονται Μελάνιππος Γοργυθίων Φιλαίμων Ἱππόθοος Γλαῦκος, Ἀγάθων Χερσιδάμας Εὐαγόρας Ἱπποδάμας Μήστωρ, Ἄτας Δόρυκλος Λυκάων Δρύοψ Βίας, Χρομίος Ἀστύγονος Τελέστας Εὔανδρος Κεβριόνης, Μύλιος Ἀρχέμαχος Λαοδόκος Ἐχέφρων Ἰδομενεύς, Ὑπερίων Ἀσκάνιος Δημοκόων Ἄρητος Δηιοπίτης, Κλονίος Ἐχέμμων Ὑπείροχος Αἰγεωνεὺς Λυσίθοος Πολυμέδων, θυγατέρες δὲ Μέδουσα Μηδεσικάστη Λυσιμάχη Ἀριστοδήμη.
[5] But after that Ilium was captured by Hercules, as we have related a little before, Podarces, who was called Priam, came to the throne, and he married first Arisbe, daughter of Merops, by whom he had a son Aesacus, who married Asterope, daughter of Cebren, and when she died he mourned for her and was turned into a bird. But Priam handed over Arisbe to Hyrtacus and married a second wife Hecuba, daughter of Dymas, or, as some say, of Cisseus, or, as others say, of the river Sangarius and Metope. The first son born to her was Hector; and when a second babe was about to be born Hecuba dreamed she had brought forth a firebrand, and that the fire spread over the whole city and burned it. When Priam learned of the dream from Hecuba, he sent for his son Aesacus, for he was an interpreter of dreams, having been taught by his mother’s father Merops. He declared that the child was begotten to be the ruin of his country and advised that the babe should be exposed. When the babe was born Priam gave it to a servant to take and expose on Ida; now the servant was named Agelaus. Exposed by him, the infant was nursed for five days by a bear; and, when he found it safe, he took it up, carried it away, brought it up as his own son on his farm, and named him Paris. When he grew to be a young man, Paris excelled many in beauty and strength, and was afterwards surnamed Alexander, because he repelled robbers and defended the flocks. And not long afterwards he discovered his parents.After him Hecuba gave birth to daughters, Creusa, Laodice, Polyxena, and Cassandra. Wishing to gain Cassandra’s favours, Apollo promised to teach her the art of prophecy; she learned the art but refused her favours; hence Apollo deprived her prophecy of power to persuade. Afterwards Hecuba bore sons, Deiphobus, Helenus, Pammon, Polites, Antiphus, Hipponous, Polydorus, and Troilus: this last she is said to have had by Apollo.By other women Priam had sons, to wit, Melanippus, Gorgythion, Philaemon, Hippothous, Glaucus, Agathon, Chersidamas, Evagoras, Hippodamas, Mestor, Atas, Doryclus, Lycaon, Dryops, Bias, Chromius, Astygonus, Telestas, Evander, Cebriones, Mylius, Archemachus, Laodocus, Echephron, Idomeneus, Hyperion, Ascanius, Democoon, Aretus, Deiopites, Clonius, Echemmon, Hypirochus, Aegeoneus, Lysithous, Polymedon; and daughters, to wit, Medusa, Medesicaste, Lysimache, and Aristodeme.
[6] Ἕκτωρ μὲν οὖν Ἀνδρομάχην τὴν Ἠετίωνος γαμεῖ, Ἀλέξανδρος δὲ Οἰνώνην τὴν Κεβρῆνος τοῦ ποταμοῦ θυγατέρα. αὕτη παρὰ Ῥέας τὴν μαντικὴν μαθοῦσα προέλεγεν Ἀλεξάνδρῳ μὴ πλεῖν ἐπὶ Ἑλένην. μὴ πείθουσα δὲ εἶπεν, ἐὰν τρωθῇ, παραγενέσθαι πρὸς αὐτήν: μόνην γὰρ θεραπεῦσαι δύνασθαι. τὸν δὲ Ἑλένην ἐκ Σπάρτης ἁρπάσαι, πολεμουμένης δὲ Τροίας τοξευθέντα ὑπὸ Φιλοκτήτου τόξοις Ἡρακλείοις πρὸς Οἰνώνην ἐπανελθεῖν εἰς Ἴδην. ἡ δὲ μνησικακοῦσα θεραπεύσειν οὐκ ἔφη. Ἀλέξανδρος μὲν οὖν εἰς Τροίαν κομιζόμενος ἐτελεύτα, Οἰνώνη δὲ μετανοήσασα τὰ πρὸς θεραπείαν φάρμακα ἔφερε, καὶ καταλαβοῦσα αὐτὸν νεκρὸν ἑαυτὴν ἀνήρτησεν.ὁ δὲ Ἀσωπὸς ποταμὸς Ὠκεανοῦ καὶ Τηθύος, ὡς δὲ Ἀκουσίλαος λέγει, Πηροῦς καὶ Ποσειδῶνος, ὡς δέ τινες, Διὸς καὶ Εὐρυνόμης. τούτῳ Μετώπη γημαμένη (Λάδωνος δὲ τοῦ ποταμοῦ θυγάτηρ αὕτη) δύο μὲν παῖδας ἐγέννησεν, Ἰσμηνὸν καὶ Πελάγοντα, εἴκοσι δὲ θυγατέρας, ὧν μὲν μίαν Αἴγιναν ἥρπασε Ζεύς. ταύτην Ἀσωπὸς ζητῶν ἧκεν εἰς Κόρινθον, καὶ μανθάνει παρὰ Σισύφου τὸν ἡρπακότα εἶναι Δία. Ζεὺς δὲ Ἀσωπὸν μὲν κεραυνώσας διώκοντα πάλιν ἐπὶ τὰ οἰκεῖα ἀπέπεμψε ῥεῖθρα (διὰ τοῦτο μέχρι καὶ νῦν ἐκ τῶν τούτου ῥείθρων ἄνθρακες φέρονται), Αἴγιναν δὲ κομίσας εἰς τὴν τότε Οἰνώνην λεγομένην νῆσον, νῦν δὲ Αἴγιναν ἀπ᾽ ἐκείνης κληθεῖσαν, μίγνυται, καὶ τεκνοῖ παῖδα ἐξ αὐτῆς Αἰακόν. τούτῳ Ζεὺς ὄντι μόνῳ ἐν τῇ νήσῳ τοὺς μύρμηκας ἀνθρώπους ἐποίησε. γαμεῖ δὲ Αἰακὸς Ἐνδηίδα τὴν Σκείρωνος, ἐξ ἧς αὐτῷ παῖδες ἐγένοντο Πηλεύς τε καὶ Τελαμών. Φερεκύδης δέ φησι Τελαμῶνα φίλον, οὐκ ἀδελφὸν Πηλέως εἶναι, ἀλλ᾽ Ἀκταίου παῖδα καὶ Γλαύκης τῆς Κυχρέως. μίγνυται δὲ αὖθις Αἰακὸς Ψαμάθῃ τῇ Νηρέως εἰς φώκην ἠλλαγμένῃ διὰ τὸ μὴ βούλεσθαι συνελθεῖν, καὶ τεκνοῖ παῖδα Φῶκον.ἦν δὲ εὐσεβέστατος πάντων Αἰακός. διὸ καὶ τὴν Ἑλλάδα κατεχούσης ἀφορίας διὰ Πέλοπα, ὅτι Στυμφάλῳ τῷ βασιλεῖ τῶν Ἀρκάδων πολεμῶν καὶ τὴν Ἀρκαδίαν ἑλεῖν μὴ δυνάμενος, προσποιησάμενος φιλίαν ἔκτεινεν αὐτὸν καὶ διέσπειρε μελίσας, χρησμοὶ θεῶν ἔλεγον ἀπαλλαγήσεσθαι τῶν ἐνεστώτων κακῶν τὴν Ἑλλάδα, ἐὰν Αἰακὸς ὑπὲρ αὐτῆς εὐχὰς ποιήσηται ποιησαμένου δὲ εὐχὰς Αἰακοῦ τῆς ἀκαρπίας ἡ Ἑλλὰς ἀπαλλάττεται. τιμᾶται δὲ καὶ παρὰ Πλούτωνι τελευτήσας Αἰακός, καὶ τὰς κλεῖς τοῦ Ἅιδου φυλάττει.διαφέροντος δὲ ἐν τοῖς ἀγῶσι Φώκου, τοὺς ἀδελφοὺς Πηλέα καὶ Τελαμῶνα ἐπιβουλεῦσαι: καὶ λαχὼν κλήρῳ Τελαμὼν συγγυμναζόμενον αὐτὸν βαλὼν δίσκῳ κατὰ τῆς κεφαλῆς κτείνει, καὶ κομίσας μετὰ Πηλέως κρύπτει κατά τινος ὕλης. φωραθέντος δὲ τοῦ φόνου φυγάδες ἀπὸ Αἰγίνης ὑπὸ Αἰακοῦ ἐλαύνονται.
[6] Now Hector married Andromache, daughter of Eetion, and Alexander married Oenone, daughter of the river Cebren. She had learned from Rhea the art of prophecy, and warned Alexander not to sail to fetch Helen; but failing to persuade him, she told him to come to her if he were wounded, for she alone could heal him. When he had carried off Helen from Sparta and Troy was besieged, he was shot by Philoctetes with the bow of Hercules, and went back to Oenone on Ida. But she, nursing her grievance, refused to heal him. So Alexander was carried to Troy and died. But Oenone repented her, and brought the healing drugs; and finding him dead she hanged herself.The Asopus river was a son of Ocean and Tethys, or, as Acusilaus says, of Pero and Poseidon, or, according to some, of Zeus and Eurynome. Him Metope, herself a daughter of the river Ladon, married and bore two sons, Ismenus and Pelagon, and twenty daughters, of whom one, Aegina, was carried off by Zeus. In search of her Asopus came to Corinth, and learned from Sisyphus that the ravisher was Zeus. Asopus pursued him, but Zeus, by hurling thunderbolts, sent him away back to his own streams; hence coals are fetched to this day from the streams of that river. And having conveyed Aegina to the island then named Oenone, but now called Aegina after her, Zeus cohabited with her and begot a son Aeacus on her. As Aeacus was alone in the island, Zeus made the ants into men for him. And Aeacus married Endeis, daughter of Sciron, by whom he had two sons, Peleus and Telamon. But Pherecydes says that Telamon was a friend, not a brother of Peleus, he being a son of Actaeus and Glauce, daughter of Cychreus. Afterwards Aeacus cohabited with Psamathe, daughter of Nereus, who turned herself into a seal to avoid his embraces, and he begot a son Phocus.Now Aeacus was the most pious of men. Therefore, when Greece suffered from infertility on account of Pelops, because in a war with Stymphalus, king of the Arcadians, being unable to conquer Arcadia, he slew the king under a pretence of friendship, and scattered his mangled limbs, oracles of the gods declared that Greece would be rid of its present calamities if Aeacus would offer prayers on its behalf. So Aeacus did offer prayers, and Greece was delivered from the dearth. Even after his death Aeacus is honored in the abode of Pluto, and keeps the keys of Hades.As Phocus excelled in athletic sports, his brothers Peleus and Telamon plotted against him, and the lot falling on Telamon, he killed his brother in a match by throwing a quoit at his head, and with the help of Peleus carried the body and hid it in a wood. But the murder being detected, the two were driven fugitives from Aegina by Aeacus.
[7] καὶ Τελαμὼν μὲν εἰς Σαλαμῖνα παραγίνεται πρὸς Κυχρέα τὸν Ποσειδῶνος καὶ Σαλαμῖνος τῆς Ἀσωποῦ. κτείνας δὲ ὄφιν οὗτος ἀδικοῦντα τὴν νῆσον αὐτῆς ἐβασίλευε, καὶ τελευτῶν ἄπαις τὴν βασιλείαν παραδίδωσι Τελαμῶνι. ὁ δὲ γαμεῖ Περίβοιαν τὴν Ἀλκάθου τοῦ Πέλοπος: καὶ ποιησαμένου εὐχὰς Ἡρακλέους ἵνα αὐτῷ παῖς ἄρρην γένηται, φανέντος δὲ μετὰ τὰς εὐχὰς αἰετοῦ, τὸν γεννηθέντα ἐκάλεσεν Αἴαντα. καὶ στρατευσάμενος ἐπὶ Τροίαν σὺν Ἡρακλεῖ λαμβάνει γέρας Ἡσιόνην τὴν Λαομέδοντος θυγατέρα, ἐξ ἧς αὐτῷ γίνεται Τεῦκρος.
[7] And Telamon betook himself to Salamis, to the court of Cychreus, son of Poseidon and Salamis, daughter of Asopus. This Cychreus became king of Salamis through killing a snake which ravaged the island, and dying childless he bequeathed the kingdom to Telamon. And Telamon married Periboea, daughter of Alcathus, son of Pelops, and called his son Ajax, because when Hercules had prayed that he might have a male child, an eagle appeared after the prayer. And having gone with Hercules on his expedition against Troy, he received as a prize Hesione, daughter of Laomedon, by whom he had a son Teucer.
[1] Πηλεὺς δὲ εἰς Φθίαν φυγὼν πρὸς Εὐρυτίωνα τὸν Ἄκτορος ὑπ᾽ αὐτοῦ καθαίρεται, καὶ λαμβάνει παρ᾽ αὐτοῦ τὴν θυγατέρα Ἀντιγόνην καὶ τῆς χώρας τὴν τρίτην μοῖραν. καὶ γίνεται θυγάτηρ αὐτῷ Πολυδώρα, ἣν ἔγημε Βῶρος ὁ Περιήρους.
[1] Peleus fled to Phthia to the court of Eurytion, son of Actor, and was purified by him, and he received from him his daughter Antigone and the third part of the country. And a daughter Polydora was born to him, who was wedded by Borus, son of Perieres.
[2] ἐντεῦθεν ἐπὶ τὴν θήραν τοῦ Καλυδωνίου κάπρου μετ᾽ Εὐρυτίωνος ἐλθών, προέμενος ἐπὶ τὸν σῦν ἀκόντιον Εὐρυτίωνος τυγχάνει καὶ κτείνει τοῦτον ἄκων. πάλιν οὖν ἐκ Φθίας φυγὼν εἰς Ἰωλκὸν πρὸς Ἄκαστον ἀφικνεῖται καὶ ὑπ᾽ αὐτοῦ καθαίρεται.
[2] Thence he went with Eurytion to hunt the Calydonian boar, but in throwing a dart at the hog he involuntarily struck and killed Eurytion. Therefore flying again from Phthia he betook him to Acastus at Iolcus and was purified by him.
[3] ἀγωνίζεται δὲ καὶ τὸν ἐπὶ Πελίᾳἀγῶνα, πρὸς Ἀταλάντην διαπαλαίσας. καὶ Ἀστυδάμεια ἡ Ἀκάστου γυνή, Πηλέως ἐρασθεῖσα, περὶ συνουσίας προσέπεμψεν αὐτῷ λόγους. μὴ δυναμένη δὲ πεῖσαι, πρὸς τὴν γυναῖκα αὐτοῦ πέμψασα ἔφη μέλλειν Πηλέα γαμεῖν Στερόπην τὴν Ἀκάστου θυγατέρα: καὶ τοῦτο ἐκείνη ἀκούσασα ἀγχόνην ἀνάπτει. Πηλέως δὲ πρὸς Ἄκαστον καταψεύδεται, λέγουσα ὑπ᾽ αὐτοῦ περὶ συνουσίας πεπειρᾶσθαι. Ἄκαστος δὲ ἀκούσας κτεῖναι μὲν ὃν ἐκάθηρεν οὐκ ἠβουλήθη, ἄγει δὲ αὐτὸν ἐπὶ θήραν εἰς τὸ Πήλιον. ἔνθα ἁμίλλης περὶ θήρας γενομένης, Πηλεὺς μὲν ὧν ἐχειροῦτο θηρίων τὰς γλώσσας τούτων ἐκτεμὼν εἰς πήραν ἐτίθει, οἱ δὲ μετὰ Ἀκάστου ταῦτα χειρούμενοι κατεγέλων ὡς μηδὲν τεθηρακότος τοῦ Πηλέως. ὁ δὲ τὰς γλώσσας παρασχόμενος ὅσας εἶχεν ἐκείνοις, τοσαῦτα ἔφη τεθηρευκέναι. ἀποκοιμηθέντος δὲ αὐτοῦ ἐν τῷ Πηλίῳ, ἀπολιπὼν Ἄκαστος καὶ τὴν μάχαιραν ἐν τῇ τῶν βοῶν κόπρῳ κρύψας ἐπανέρχεται. ὁ δὲ ἐξαναστὰς καὶ ζητῶν τὴν μάχαιραν, ὑπὸ τῶν Κενταύρων καταληφθεὶς ἔμελλεν ἀπόλλυσθαι, σώζεται δὲ ὑπὸ Χείρωνος: οὗτος καὶ τὴν μάχαιραν αὐτοῦ ἐκζητήσας δίδωσι.
[3] And at the games celebrated in honor of Pelias he contended in wrestling with Atalanta. And Astydamia, wife of Acastus, fell in love with Peleus, and sent him a proposal for a meeting; and when she could not prevail on him she sent word to his wife that Peleus was about to marry Sterope, daughter of Acastus; on hearing which the wife of Peleus strung herself up. And the wife of Acastus falsely accused Peleus to her husband, alleging that he had attempted her virtue. On hearing that, Acastus would not kill the man whom he had purified, but took him to hunt on Pelion. There a contest taking place in regard to the hunt, Peleus cut out and put in his pouch the tongues of the animals that fell to him, while the party of Acastus bagged his game and derided him as if he had taken nothing. But he produced them the tongues, and said that he had taken just as many animals as he had tongues. When he had fallen asleep on Pelion, Acastus deserted him, and hiding his sword in the cows’ dung, returned. On arising and looking for his sword, Peleus was caught by the centaurs and would have perished, if he had not been saved by Chiron, who also restored him his sword, which he had sought and found.
[4] γαμεῖ δὲ ὁ Πηλεὺς Πολυδώραν τὴν Περιήρους, ἐξ ἧς αὐτῷ γίνεται Μενέσθιος ἐπίκλην, ὁ Σπερχειοῦ τοῦ ποταμοῦ.
[4] Peleus married Polydora, daughter of Perieres, by whom he had a putative son Menesthius, though in fact Menesthius was the son of the river Sperchius.
[5] αὖθις δὲ γαμεῖ Θέτιν τὴν Νηρέως, περὶ ἧς τοῦ γάμου Ζεὺς καὶ Ποσειδῶν ἤρισαν, Θέμιδος δὲ θεσπιῳδούσης ἔσεσθαι τὸν ἐκ ταύτης γεννηθέντα κρείττονα τοῦ πατρὸς ἀπέσχοντο. ἔνιοι δέ φασι, Διὸς ὁρμῶντος ἐπὶ τὴν ταύτης συνουσίαν, εἰρηκέναι Προμηθέα τὸν ἐκ ταύτης αὐτῷ γεννηθέντα οὐρανοῦ δυναστεύσειν. τινὲς δὲ λέγουσι Θέτιν μὴ βουληθῆναι Διὶ συνελθεῖν ὡς ὑπὸ Ἥρας τραφεῖσαν, Δία δὲ ὀργισθέντα θνητῷ θέλειν αὐτὴν συνοικίσαι. Χείρωνος οὖν ὑποθεμένου Πηλεῖ συλλαβεῖν καὶ κατασχεῖν αὐτὴν μεταμορφουμένην, ἐπιτηρήσας συναρπάζει, γινομένην δὲ ὁτὲ μὲν πῦρ ὁτὲ δὲ ὕδωρ ὁτὲ δὲ θηρίον οὐ πρότερον ἀνῆκε πρὶν ἢ τὴν ἀρχαίαν μορφὴν εἶδεν ἀπολαβοῦσαν. γαμεῖ δὲ ἐν τῷ Πηλίῳ, κἀκεῖ θεοὶ τὸν γάμον εὐωχούμενοι καθύμνησαν. καὶ δίδωσι Χείρων Πηλεῖ δόρυ μείλινον, Ποσειδῶν δὲ ἵππους Βαλίον καὶ Ξάνθον: ἀθάνατοι δὲ ἦσαν οὗτοι.
[5] Afterwards he married Thetis, daughter of Nereus, for whose hand Zeus and Poseidon had been rivals; but when Themis prophesied that the son born of Thetis would be mightier than his father, they withdrew. But some say that when Zeus was bent on gratifying his passion for her, Prometheus declared that the son borne to him by her would be lord of heaven; and others affirm that Thetis would not consort with Zeus because she had been brought up by Hera, and that Zeus in anger would marry her to a mortal. Chiron, therefore, having advised Peleus to seize her and hold her fast in spite of her shape-shifting, he watched his chance and carried her off, and though she turned, now into fire, now into water, and now into a beast, he did not let her go till he saw that she had resumed her former shape. And he married her on Pelion, and there the gods celebrated the marriage with feast and song. And Chiron gave Peleus an ashen spear, and Poseidon gave him horses, Balius and Xanthus, and these were immortal.
[6] ὡς δὲ ἐγέννησε Θέτις ἐκ Πηλέως βρέφος, ἀθάνατον θέλουσα ποιῆσαι τοῦτο, κρύφα Πηλέως εἰς τὸ πῦρ ἐγκρύβουσα τῆς νυκτὸς ἔφθειρεν ὃ ἦν αὐτῷ θνητὸν πατρῷον, μεθ᾽ ἡμέραν δὲ ἔχριεν ἀμβροσίᾳ. Πηλεὺς δὲ ἐπιτηρήσας καὶ σπαίροντα τὸν παῖδα ἰδὼν ἐπὶ τοῦ πυρὸς ἐβόησε: καὶ Θέτις κωλυθεῖσα τὴν προαίρεσιν τελειῶσαι, νήπιον τὸν παῖδα ἀπολιποῦσα πρὸς Νηρηίδας ᾤχετο. κομίζει δὲ τὸν παῖδα πρὸς Χείρωνα Πηλεύς. ὁ δὲ λαβὼν αὐτὸν ἔτρεφε σπλάγχνοις λεόντων καὶ συῶν ἀγρίων καὶ ἄρκτων μυελοῖς, καὶ ὠνόμασεν Ἀχιλλέα (πρότερον δὲ ἦν ὄνομα αὐτῷ Λιγύρων) ὅτι τὰ χείλη μαστοῖς οὐ προσήνεγκε.
[6] When Thetis had got a babe by Peleus, she wished to make it immortal, and unknown to Peleus she used to hide it in the fire by night in order to destroy the mortal element which the child inherited from its father, but by day she anointed him with ambrosia. But Peleus watched her, and, seeing the child writhing on the fire, he cried out; and Thetis, thus prevented from accomplishing her purpose, forsook her infant son and departed to the Nereids. Peleus brought the child to Chiron, who received him and fed him on the inwards of lions and wild swine and the marrows of bears, and named him Achilles, because he had not put his lips to the breast; but before that time his name was Ligyron.
[7] Πηλεὺς δὲ μετὰ ταῦτα σὺν Ἰάσονι καὶ Διοσκούροις ἐπόρθησεν Ἰωλκόν, καὶ Ἀστυδάμειαν τὴν Ἀκάστου γυναῖκα φονεύει, καὶ διελὼν μεληδὸν διήγαγε δι᾽ αὐτῆς τὸν στρατὸν εἰς τὴν πόλιν.
[7] After that Peleus, with Jason and the Dioscuri, laid waste Iolcus; and he slaughtered Astydamia, wife of Acastus, and, having divided her limb from limb, he led the army through her into the city.
[8] ὡς δὲ ἐγένετο ἐνναετὴς Ἀχιλλεύς, Κάλχαντος λέγοντος οὐ δύνασθαι χωρὶς αὐτοῦ Τροίαν αἱρεθῆναι, Θέτις προειδυῖα ὅτι δεῖ στρατευόμενον αὐτὸν ἀπολέσθαι, κρύψασα ἐσθῆτι γυναικείᾳ ὡς παρθένον Λυκομήδει παρέθετο. κἀκεῖ τρεφόμενος τῇ Λυκομήδους θυγατρὶ Δηιδαμείᾳ μίγνυται, καὶ γίνεται παῖς Πύρρος αὐτῷ ὁ κληθεὶς Νεοπτόλεμος αὖθις. Ὀδυσσεὺς δὲ μηνυθέντα παρὰ Λυκομήδει ζητῶν Ἀχιλλέα, σάλπιγγι χρησάμενος εὗρε. καὶ τοῦτον τὸν τρόπον εἰς Τροίαν ἦλθε.συνείπετο δὲ αὐτῷ Φοῖνιξ ὁ Ἀμύντορος. οὗτος ὑπὸ τοῦ πατρὸς ἐτυφλώθη καταψευσαμένης φθορὰν Φθίας τῆς τοῦ πατρὸς παλλακῆς. Πηλεὺς δὲ αὐτὸν πρὸς Χείρωνα κομίσας, ὑπ᾽ ἐκείνου θεραπευθέντα τὰς ὄψεις βασιλέα κατέστησε Δολόπων.συνείπετο δὲ καὶ Πάτροκλος ὁ Μενοιτίου καὶ Σθενέλης τῆς Ἀκάστου ἢ Περιώπιδος τῆς Φέρητος, ἢ καθάπερ φησὶ Φιλοκράτης, Πολυμήλης τῆς Πηλέως. οὗτος ἐν Ὀποῦντι διενεχθεὶς ἐν παιδιᾷ περὶ ἀστραγάλων παῖδα Κλειτώνυμον τὸν Ἀμφιδάμαντος ἀπέκτεινε, καὶ φυγὼν μετὰ τοῦ πατρὸς παρὰ Πηλεῖ κατῴκει, καὶ Ἀχιλλέως ἐρώμενος γίνεται. …
[8] When Achilles was nine years old, Calchas declared that Troy could not be taken without him; so Thetis, foreseeing that it was fated he should perish if he went to the war, disguised him in female garb and entrusted him as a maiden to Lycomedes. Bred at his court, Achilles had an intrigue with Deidamia, daughter of Lycomedes, and a son Pyrrhus was born to him, who was afterwards called Neoptolemus. But the secret of Achilles was betrayed, and Ulysses, seeking him at the court of Lycomedes, discovered him by the blast of a trumpet. And in that way Achilles went to Troy.He was accompanied by Phoenix, son of Amyntor. This Phoenix had been blinded by his father on the strength of a false accusation of seduction preferred against him by his father’s concubine Phthia. But Peleus brought him to Chiron, who restored his sight, and thereupon Peleus made him king of the Dolopians.Achilles was also accompanied by Patroclus, son of Menoetius and Sthenele, daughter of Acastus; or the mother of Patroclus was Periopis, daughter of Pheres, or, as Philocrates says, she was Polymele, daughter of Peleus. At Opus, in a quarrel over a game of dice, Patroclus killed the boy Clitonymus, son of Amphidamas, and flying with his father he dwelt at the house of Peleus and became a minion of Achilles. …
[1] Κέκροψ αὐτόχθων, συμφυὲς ἔχων σῶμα ἀνδρὸς καὶ δράκοντος, τῆς Ἀττικῆς ἐβασίλευσε πρῶτος, καὶ τὴν γῆν πρότερον λεγομένην Ἀκτὴν ἀφ᾽ ἑαυτοῦ Κεκροπίαν ὠνόμασεν. ἐπὶ τούτου, φασίν, ἔδοξε τοῖς θεοῖς πόλεις καταλαβέσθαι, ἐν αἷς ἔμελλον ἔχειν τιμὰς ἰδίας ἕκαστος. ἧκεν οὖν πρῶτος Ποσειδῶν ἐπὶ τὴν Ἀττικήν, καὶ πλήξας τῇ τριαίνῃ κατὰ μέσην τὴν ἀκρόπολιν ἀπέφηνε θάλασσαν, ἣν νῦν Ἐρεχθηίδα καλοῦσι. μετὰ δὲ τοῦτον ἧκεν Ἀθηνᾶ, καὶ ποιησαμένη τῆς καταλήψεως Κέκροπα μάρτυρα ἐφύτευσεν ἐλαίαν, ἣ νῦν ἐν τῷ Πανδροσείῳ δείκνυται. γενομένης δὲ ἔριδος ἀμφοῖν περὶ τῆς χώρας, διαλύσας Ζεὺς κριτὰς ἔδωκεν, οὐχ ὡς εἶπόν τινες, Κέκροπα καὶ Κραναόν, οὐδὲ Ἐρυσίχθονα, θεοὺς δὲ τοὺς δώδεκα. καὶ τούτων δικαζόντων ἡ χώρα τῆς Ἀθηνᾶς ἐκρίθη, Κέκροπος μαρτυρήσαντος ὅτι πρώτη τὴν ἐλαίαν ἐφύτευσεν. Ἀθηνᾶ μὲν οὖν ἀφ᾽ ἑαυτῆς τὴν πόλιν ἐκάλεσεν Ἀθήνας, Ποσειδῶν δὲ θυμῷ ὀργισθεὶς τὸ Θριάσιον πεδίον ἐπέκλυσε καὶ τὴν Ἀττικὴν ὕφαλον ἐποίησε.
[1] Cecrops, a son of the soil, with a body compounded of man and serpent, was the first king of Attica, and the country which was formerly called Acte he named Cecropia after himself. In his time, they say, the gods resolved to take possession of cities in which each of them should receive his own peculiar worship. So Poseidon was the first that came to Attica, and with a blow of his trident on the middle of the acropolis, he produced a sea which they now call Erechtheis. After him came Athena, and, having called on Cecrops to witness her act of taking possession, she planted an olive tree, which is still shown in the Pandrosium. But when the two strove for possession of the country, Zeus parted them and appointed arbiters, not, as some have affirmed, Cecrops and Cranaus, nor yet Erysichthon, but the twelve gods. And in accordance with their verdict the country was adjudged to Athena, because Cecrops bore witness that she had been the first to plant the olive. Athena, therefore, called the city Athens after herself, and Poseidon in hot anger flooded the Thriasian plain and laid Attica under the sea.
[2] Κέκροψ δὲ γήμας τὴν Ἀκταίου κόρην Ἄγραυλον παῖδα μὲν ἔσχεν Ἐρυσίχθονα, ὃς ἄτεκνος μετήλλαξε, θυγατέρας δὲ Ἄγραυλον Ἕρσην Πάνδροσον. Ἀγραύλου μὲν οὖν καὶ Ἄρεος Ἀλκίππη γίνεται. ταύτην βιαζόμενος Ἁλιρρόθιος, ὁ Ποσειδῶνος καὶ νύμφης Εὐρύτης, ὑπὸ Ἄρεος φωραθεὶς κτείνεται. Ποσειδῶνος δὲ εἰσάγοντος ἐν Ἀρείῳ πάγῳ κρίνεται δικαζόντων τῶν δώδεκα θεῶν Ἄρης καὶ ἀπολύεται.
[2] Cecrops married Agraulus, daughter of Actaeus, and had a son Erysichthon, who departed this life childless; and Cecrops had daughters, Agraulus, Herse, and Pandrosus. Agraulus had a daughter Alcippe by Ares. In attempting to violate Alcippe, Halirrhothius, son of Poseidon and a nymph Euryte, was detected and killed by Ares. Impeached by Poseidon, Ares was tried in the Areopagus before the twelve gods, and was acquitted.
[3] Ἕρσης δὲ καὶ Ἑρμοῦ Κέφαλος, οὗ ἐρασθεῖσα Ἠὼς ἥρπασε καὶ μιγεῖσα ἐν Συρίᾳ παῖδα ἐγέννησε Τιθωνόν, οὗ παῖς ἐγένετο Φαέθων, τούτου δὲ Ἀστύνοος, τοῦ δὲ Σάνδοκος, ὃς ἐκ Συρίας ἐλθὼν εἰς Κιλικίαν, πόλιν ἔκτισε Κελένδεριν, καὶ γήμας Φαρνάκην τὴν Μεγασσάρου τοῦ Ὑριέων βασιλέως ἐγέννησε Κινύραν. οὗτος ἐν Κύπρῳ, παραγενόμενος σὺν λαῷ, ἔκτισε Πάφον, γήμας δὲ ἐκεῖ Μεθάρμην, κόρην Πυγμαλίωνος Κυπρίων βασιλέως, Ὀξύπορον ἐγέννησε καὶ Ἄδωνιν, πρὸς δὲ τούτοις θυγατέρας Ὀρσεδίκην καὶ Λαογόρην καὶ Βραισίαν. αὗται δὲ διὰ μῆνιν Ἀφροδίτης ἀλλοτρίοις ἀνδράσι συνευναζόμεναι τὸν βίον ἐν Αἰγύπτῳ μετήλλαξαν.
[3] Herse had by Hermes a son Cephalus, whom Dawn loved and carried off, and consorting with him in Syria bore a son Tithonus, who had a son Phaethon, who had a son Astynous, who had a son Sandocus, who passed from Syria to Cilicia and founded a city Celenderis, and having married Pharnace, daughter of Megassares, king of Hyria, begat Cinyras. This Cinyras in Cyprus, whither he had come with some people, founded Paphos; and having there married Metharme, daughter of Pygmalion, king of Cyprus, he begat Oxyporus and Adonis, and besides them daughters, Orsedice, Laogore, and Braesia. These by reason of the wrath of Aphrodite cohabited with foreigners, and ended their life in Egypt.
[4] Ἄδωνις δὲ ἔτι παῖς ὢν Ἀρτέμιδος χόλῳ πληγεὶς ἐν θήρᾳ ὑπὸ συὸς ἀπέθανεν. Ἡσίοδος δὲ αὐτὸν Φοίνικος καὶ Ἀλφεσιβοίας λέγει, Πανύασις δέ φησι Θείαντος βασιλέως Ἀσσυρίων, ὃς ἔσχε θυγατέρα Σμύρναν. αὕτη κατὰ μῆνιν Ἀφροδίτης (οὐ γὰρ αὐτὴν ἐτίμα) ἴσχει τοῦ πατρὸς ἔρωτα, καὶ συνεργὸν λαβοῦσα τὴν τροφὸν ἀγνοοῦντι τῷ πατρὶ νύκτας δώδεκα συνευνάσθη. ὁ δὲ ὡς ᾔσθετο, σπασάμενος τὸ ξίφος ἐδίωκεν αὐτήν: ἡ δὲ περικαταλαμβανομένη θεοῖς ηὔξατο ἀφανὴς γενέσθαι. θεοὶ δὲ κατοικτείραντες αὐτὴν εἰς δένδρον μετήλλαξαν, ὃ καλοῦσι σμύρναν. δεκαμηνιαίῳ δὲ ὕστερον χρόνῳ τοῦ δένδρου ῥαγέντος γεννηθῆναι τὸν λεγόμενον Ἄδωνιν, ὃν Ἀφροδίτη διὰ κάλλος ἔτι νήπιον κρύφα θεῶν εἰς λάρνακα κρύψασα Περσεφόνῃ παρίστατο. ἐκείνη δὲ ὡς ἐθεάσατο, οὐκ ἀπεδίδου. κρίσεως δὲ ἐπὶ Διὸς γενομένης εἰς τρεῖς μοίρας διῃρέθη ὁ ἐνιαυτός, καὶ μίαν μὲν παρ᾽ ἑαυτῷ μένειν τὸν Ἄδωνιν, μίαν δὲ παρὰ Περσεφόνῃ προσέταξε, τὴν δὲ ἑτέραν παρ᾽ Ἀφροδίτῃ: ὁ δὲ Ἄδωνις ταύτῃ προσένειμε καὶ τὴν ἰδίαν μοῖραν. ὕστερον δὲ θηρεύων Ἄδωνις ὑπὸ συὸς πληγεὶς ἀπέθανε.
[4] And Adonis, while still a boy, was wounded and killed in hunting by a boar through the anger of Artemis. Hesiod, however, affirms that he was a son of Phoenix and Alphesiboea; and Panyasis says that he was a son of Thias, king of Assyria, who had a daughter Smyrna. In consequence of the wrath of Aphrodite, for she did not honor the goddess, this Smyrna conceived a passion for her father, and with the complicity of her nurse she shared her father’s bed without his knowledge for twelve nights. But when he was aware of it, he drew his sword and pursued her, and being overtaken she prayed to the gods that she might be invisible; so the gods in compassion turned her into the tree which they call smyrna ( myrrh). Ten months afterwards the tree burst and Adonis, as he is called, was born, whom for the sake of his beauty, while he was still an infant, Aphrodite hid in a chest unknown to the gods and entrusted to Persephone. But when Persephone beheld him, she would not give him back. The case being tried before Zeus, the year was divided into three parts, and the god ordained that Adonis should stay by himself for one part of the year, with Persephone for one part, and with Aphrodite for the remainder. However Adonis made over to Aphrodite his own share in addition; but afterwards in hunting he was gored and killed by a boar.
[5] Κέκροπος δὲ ἀποθανόντος Κραναὸς ἐβασίλευσεν αὐτόχθων ὤν, ἐφ᾽ οὗ τὸν ἐπὶ Δευκαλίωνος λέγεται κατακλυσμὸν γενέσθαι. οὗτος γήμας ἐκ Λακεδαίμονος Πεδιάδα τὴν Μύνητος ἐγέννησε Κρανάην καὶ Κραναίχμην καὶ Ἀτθίδα, ἧς ἀποθανούσης ἔτι παρθένου τὴν χώραν Κραναὸς Ἀτθίδα προσηγόρευσε.
[5] When Cecrops died, Cranaus came to the throne; he was a son of the soil, and it was in his time that the flood in the age of Deucalion is said to have taken place. He married a Lacedaemonian wife, Pedias, daughter of Mynes, and begat Cranae, Menaechme, and Atthis; and when Atthis died a maid, Cranaus called the country Atthis.
[6] Κραναὸν δὲ ἐκβαλὼν Ἀμφικτύων ἐβασίλευσε: τοῦτον ἔνιοι μὲν Δευκαλίωνος, ἔνιοι δὲ αὐτόχθονα λέγουσι. βασιλεύσαντα δὲ αὐτὸν ἔτη δώδεκα Ἐριχθόνιος ἐκβάλλει. τοῦτον οἱ μὲν Ἡφαίστου καὶ τῆς Κραναοῦ θυγατρὸς Ἀτθίδος εἶναι λέγουσιν, οἱ δὲ Ἡφαίστου καὶ Ἀθηνᾶς, οὕτως: Ἀθηνᾶ παρεγένετο πρὸς Ἥφαιστον, ὅπλα κατασκευάσαι θέλουσα. ὁ δὲ ἐγκαταλελειμμένος ὑπὸ Ἀφροδίτης εἰς ἐπιθυμίαν ὤλισθε τῆς Ἀθηνᾶς, καὶ διώκειν αὐτὴν ἤρξατο: ἡ δὲ ἔφευγεν. ὡς δὲ ἐγγὺς αὐτῆς ἐγένετο πολλῇ ἀνάγκῃ (ἦν γὰρ χωλός), ἐπειρᾶτο συνελθεῖν. ἡ δὲ ὡς σώφρων καὶ παρθένος οὖσα οὐκ ἠνέσχετο: ὁ δὲ ἀπεσπέρμηνεν εἰς τὸ σκέλος τῆς θεᾶς. ἐκείνη δὲ μυσαχθεῖσα ἐρίῳ ἀπομάξασα τὸν γόνον εἰς γῆν ἔρριψε. φευγούσης δὲ αὐτῆς καὶ τῆς γονῆς εἰς γῆν πεσούσης Ἐριχθόνιος γίνεται. τοῦτον Ἀθηνᾶ κρύφα τῶν ἄλλων θεῶν ἔτρεφεν, ἀθάνατον θέλουσα ποιῆσαι: καὶ καταθεῖσα αὐτὸν εἰς κίστην Πανδρόσῳ τῇ Κέκροπος παρακατέθετο, ἀπειποῦσα τὴν κίστην ἀνοίγειν. αἱ δὲ ἀδελφαὶ τῆς Πανδρόσου ἀνοίγουσιν ὑπὸ περιεργίας, καὶ θεῶνται τῷ βρέφει παρεσπειραμένον δράκοντα: καὶ ὡς μὲν ἔνιοι λέγουσιν, ὑπ᾽ αὐτοῦ διεφθάρησαν τοῦ δράκοντος, ὡς δὲ ἔνιοι, δι᾽ ὀργὴν Ἀθηνᾶς ἐμμανεῖς γενόμεναι κατὰ τῆς ἀκροπόλεως αὑτὰς ἔρριψαν. ἐν δὲ τῷ τεμένει τραφεὶς Ἐριχθόνιος ὑπ᾽ αὐτῆς Ἀθηνᾶς, ἐκβαλὼν Ἀμφικτύονα ἐβασίλευσεν Ἀθηνῶν, καὶ τὸ ἐν ἀκροπόλει ξόανον τῆς Ἀθηνᾶς ἱδρύσατο, καὶ τῶν Παναθηναίων τὴν ἑορτὴν συνεστήσατο, καὶ Πραξιθέαν νηίδα νύμφην ἔγημεν, ἐξ ἧς αὐτῷ παῖς Πανδίων ἐγεννήθη.
[6] Cranaus was expelled by Amphictyon, who reigned in his stead; some say that Amphictyon was a son of Deucalion, others that he was a son of the soil; and when he had reigned twelve years he was expelled by Erichthonius. Some say that this Erichthonius was a son of Hephaestus and Atthis, daughter of Cranaus, and some that he was a son of Hephaestus and Athena, as follows: Athena came to Hephaestus, desirous of fashioning arms. But he, being forsaken by Aphrodite, fell in love with Athena, and began to pursue her; but she fled. When he got near her with much ado ( for he was lame), he attempted to embrace her; but she, being a chaste virgin, would not submit to him, and he dropped his seed on the leg of the goddess. In disgust, she wiped off the seed with wool and threw it on the ground; and as she fled and the seed fell on the ground, Erichthonius was produced. Him Athena brought up unknown to the other gods, wishing to make him immortal; and having put him in a chest, she committed it to Pandrosus, daughter of Cecrops, forbidding her to open the chest. But the sisters of Pandrosus opened it out of curiosity, and beheld a serpent coiled about the babe; and, as some say, they were destroyed by the serpent, but according to others they were driven mad by reason of the anger of Athena and threw themselves down from the acropolis. Having been brought up by Athena herself in the precinct, Erichthonius expelled Amphictyon and became king of Athens; and he set up the wooden image of Athena in the acropolis, and instituted the festival of the Panathenaea, and married Praxithea, a Naiad nymph, by whom he had a son Pandion.
[7] Ἐριχθονίου δὲ ἀποθανόντος καὶ ταφέντος ἐν τῷ αὐτῷ τεμένει τῆς Ἀθηνᾶς Πανδίων ἐβασίλευσεν, ἐφ᾽ οὗ Δημήτηρ καὶ Διόνυσος εἰς τὴν Ἀττικὴν ἦλθον. ἀλλὰ Δήμητρα μὲν Κελεὸς εἰς τὴν Ἐλευσῖνα ὑπεδέξατο, Διόνυσον δὲ Ἰκάριος: ὃς λαμβάνει παρ᾽ αὐτοῦ κλῆμα ἀμπέλου καὶ τὰ περὶ τὴν οἰνοποιίαν μανθάνει. καὶ τὰς τοῦ θεοῦ δωρήσασθαι θέλων χάριτας ἀνθρώποις, ἀφικνεῖται πρός τινας ποιμένας, οἳ γευσάμενοι τοῦ ποτοῦ καὶ χωρὶς ὕδατος δι᾽ ἡδονὴν ἀφειδῶς ἑλκύσαντες, πεφαρμάχθαι νομίζοντες ἀπέκτειναν αὐτόν. μεθ᾽ ἡμέραν δὲ νοήσαντες ἔθαψαν αὐτόν. Ἠριγόνῃ δὲ τῇ θυγατρὶ τὸν πατέρα μαστευούσῃ κύων συνήθης ὄνομα Μαῖρα, ἣ τῷ Ἰκαρίῳ συνείπετο, τὸν νεκρὸν ἐμήνυσε: κἀκείνη κατοδυραμένη τὸν πατέρα ἑαυτὴν ἀνήρτησε.
[7] When Erichthonius died and was buried in the same precinct of Athena, Pandion became king, in whose time Demeter and Dionysus came to Attica. But Demeter was welcomed by Celeus at Eleusis, and Dionysus by Icarius, who received from him a branch of a vine and learned the process of making wine. And wishing to bestow the god’s boons on men, Icarius went to some shepherds, who, having tasted the beverage and quaffed it copiously without water for the pleasure of it, imagined that they were bewitched and killed him; but by day they understood how it was and buried him. When his daughter Erigone was searching for her father, a domestic dog, named Maera, which had attended Icarius, discovered his dead body to her, and she bewailed her father and hanged herself.
[8] Πανδίων δὲ γήμας Ζευξίππην τῆς μητρὸς τὴν ἀδελφὴν θυγατέρας μὲν ἐτέκνωσε Πρόκνην καὶ Φιλομήλαν, παῖδας δὲ διδύμους Ἐρεχθέα καὶ Βούτην. πολέμου δὲ ἐνστάντος πρὸς Λάβδακον περὶ γῆς ὅρων ἐπεκαλέσατο βοηθὸν ἐκ Θρᾴκης Τηρέα τὸν Ἄρεος, καὶ τὸν πόλεμον σὺν αὐτῷ κατορθώσας ἔδωκε Τηρεῖ πρὸς γάμον τὴν ἑαυτοῦ θυγατέρα Πρόκνην. ὁ δὲ ἐκ ταύτης γεννήσας παῖδα Ἴτυν, καὶ Φιλομήλας ἐρασθεὶς ἔφθειρε καὶ ταύτην, εἰπὼν τεθνάναι Πρόκνην, κρύπτων ἐπὶ τῶν χωρίων. αὖθις δὲ γήμας Φιλομήλαν συνηυνάζετο, καὶ τὴν γλῶσσαν ἐξέτεμεν αὐτῆς. ἡ δὲ ὑφήνασα ἐν πέπλῳ γράμματα διὰ τούτων ἐμήνυσε Πρόκνῃ τὰς ἰδίας συμφοράς. ἡ δὲ ἀναζητήσασα τὴν ἀδελφὴν κτείνει τὸν παῖδα Ἴτυν, καὶ καθεψήσασα Τηρεῖ δεῖπνον ἀγνοοῦντι παρατίθησι: καὶ μετὰ τῆς ἀδελφῆς διὰ τάχους ἔφυγε. Τηρεὺς δὲ αἰσθόμενος, ἁρπάσας πέλεκυν ἐδίωκεν. αἱ δὲ ἐν Δαυλίᾳ τῆς Φωκίδος γινόμεναι περικατάληπτοι θεοῖς εὔχονται ἀπορνεωθῆναι, καὶ Πρόκνη μὲν γίνεται ἀηδών, Φιλομήλα δὲ χελιδών: ἀπορνεοῦται δὲ καὶ Τηρεύς, καὶ γίνεται ἔποψ.
[8] Pandion married Zeuxippe, his mother’s sister, and begat two daughters, Procne and Philomela, and twin sons, Erechtheus and Butes. But war having broken out with Labdacus on a question of boundaries, he called in the help of Tereus, son of Ares, from Thrace, and having with his help brought the war to a successful close, he gave Tereus his own daughter Procne in marriage. Tereus had by her a son Itys, and having fallen in love with Philomela, he seduced her also saying that Procne was dead, for he concealed her in the country. Afterwards he married Philomela and bedded with her, and cut out her tongue. But by weaving characters in a robe she revealed thereby to Procne her own sorrows. And having sought out her sister, Procne killed her son Itys, boiled him, served him up for supper to the unwitting Tereus, and fled with her sister in haste. When Tereus was aware of what had happened, he snatched up an axe and pursued them. And being overtaken at Daulia in Phocis, they prayed the gods to be turned into birds, and Procne became a nightingale, and Philomela a swallow. And Tereus also was changed into a bird and became a hoopoe.
[1] Πανδίονος δὲ ἀποθανόντος οἱ παῖδες τὰ πατρῷα ἐμερίσαντο, καὶ τὴν μὲν βασιλείαν Ἐρεχθεὺς λαμβάνει, τὴν δὲ ἱερωσύνην τῆς Ἀθηνᾶς καὶ τοῦ Ποσειδῶνος τοῦ Ἐρεχθέως Βούτης. γήμας δὲ Ἐρεχθεὺς Πραξιθέαν τὴν Φρασίμου καὶ Διογενείας τῆς Κηφισοῦ, ἔσχε παῖδας Κέκροπα Πάνδωρον Μητίονα, θυγατέρας δὲ Πρόκριν Κρέουσαν Χθονίαν Ὠρείθυιαν, ἣν ἥρπασε Βορέας.Χθονίαν μὲν οὖν ἔγημε Βούτης, Κρέουσαν δὲ Ξοῦθος, Πρόκριν δὲ Κέφαλος ὁ Δηιόνος. ἡ δὲ λαβοῦσα χρυσοῦν στέφανον Πτελέοντι συνευνάζεται, καὶ φωραθεῖσα ὑπὸ Κεφάλου πρὸς Μίνωα φεύγει. ὁ δὲ αὐτῆς ἐρᾷ καὶ πείθει συνελθεῖν. εἰ δὲ συνέλθοι γυνὴ Μίνωι, ἀδύνατον ἦν αὐτὴν σωθῆναι: Πασιφάη γάρ, ἐπειδὴ πολλαῖς Μίνως συνηυνάζετο γυναιξίν, ἐφαρμάκευσεν αὐτόν, καὶ ὁπότε ἄλλῃ συνηυνάζετο, εἰς τὰ ἄρθρα ἀφίει θηρία, καὶ οὕτως ἀπώλλυντο. ἔχοντος οὖν αὐτοῦ κύνα ταχὺν καὶ ἀκόντιον ἰθυβόλον, ἐπὶ τούτοις Πρόκρις, δοῦσα τὴν Κιρκαίαν πιεῖν ῥίζαν πρὸς τὸ μηδὲν βλάψαι, συνευνάζεται. δείσασα δὲ αὖθις τὴν Μίνωος γυναῖκα ἧκεν εἰς Ἀθήνας, καὶ διαλλαγεῖσα Κεφάλῳ μετὰ τούτου παραγίνεται ἐπὶ θήραν: ἦν γὰρ θηρευτική. διωκούσης δὲ αὐτῆς ἐν τῇ λόχμῃ ἀγνοήσας Κέφαλος ἀκοντίζει, καὶ τυχὼν ἀποκτείνει Πρόκριν. καὶ κριθεὶς ἐν Ἀρείῳ πάγῳ φυγὴν ἀίδιον καταδικάζεται.
[1] When Pandion died, his sons divided their father’s inheritance between them, and Erechtheus got the kingdom, and Butes got the priesthood of Athena and Poseidon Erechtheus. Erechtheus married Praxithea, daughter of Phrasimus by Diogenia, daughter of Cephisus, and had sons, to wit, Cecrops, Pandorus, and Metion; and daughters, to wit, Procris, Creusa, Chthonia, and Orithyia, who was carried off by Boreas.Chthonia was married to Butes, Creusa to Xuthus, and Procris to Cephalus, son of Deion. Bribed by a golden crown, Procris admitted Pteleon to her bed, and being detected by Cephalus she fled to Minos. But he fell in love with her and tried to seduce her. Now if any woman had intercourse with Minos, it was impossible for her to escape with life; for because Minos cohabited with many women, Pasiphae bewitched him, and whenever he took another woman to his bed, he discharged wild beasts at her joints, and so the women perished. But Minos had a swift dog and a dart that flew straight; and in return for these gifts Procris shared his bed, having first given him the Circaean root to drink that he might not harm her. But afterwards, fearing the wife of Minos, she came to Athens and being reconciled to Cephalus she went forth with him to the chase; for she was fond of hunting. As she was in pursuit of game in the thicket, Cephalus, not knowing she was there, threw a dart, hit and killed Procris, and, being tried in the Areopagus, was condemned to perpetual banishment.
[2] Ὠρείθυιαν δὲ παίζουσαν ἐπὶ Ἰλισσοῦ ποταμοῦ ἁρπάσας Βορέας συνῆλθεν: ἡ δὲ γεννᾷ θυγατέρας μὲν Κλεοπάτραν καὶ Χιόνην, υἱοὺς δὲ Ζήτην καὶ Κάλαϊν πτερωτούς, οἳ πλέοντες σὺν Ἰάσονι καὶ τὰς ἁρπυίας διώκοντες ἀπέθανον, ὡς δὲ Ἀκουσίλαος λέγει, περὶ Τῆνον ὑφ᾽ Ἡρακλέους ἀπώλοντο.
[2] While Orithyia was playing by the Ilissus river, Boreas carried her off and had intercourse with her; and she bore daughters, Cleopatra and Chione, and winged sons, Zetes and Calais. These sons sailed with Jason and met their end in chasing the Harpies; but according to Acusilaus, they were killed by Hercules in Tenos.
[3] Κλεοπάτραν δὲ ἔγημε Φινεύς, ᾧ γίνονται παῖδες ἐξ αὐτῆς Πλήξιππος καὶ Πανδίων. ἔχων δὲ τούτους ἐκ Κλεοπάτρας παῖδας Ἰδαίαν ἐγάμει τὴν Δαρδάνου. κἀκείνη τῶν προγόνων πρὸς Φινέα φθορὰν καταψεύδεται, καὶ πιστεύσας Φινεὺς ἀμφοτέρους τυφλοῖ. παραπλέοντες δὲ οἱ Ἀργοναῦται σὺν Βορέᾳ κολάζονται αὐτόν.
[3] Cleopatra was married to Phineus, who had by her two sons, Plexippus and Pandion. When he had these sons by Cleopatra, he married Idaea, daughter of Dardanus. She falsely accused her stepsons to Phineus of corrupting her virtue, and Phineus, believing her, blinded them both. But when the Argonauts sailed past with Boreas, they punished him.
[4] Χιόνη δὲ Ποσειδῶνι μίγνυται. ἡ δὲ κρύφα τοῦ πατρὸς Εὔμολπον τεκοῦσα, ἵνα μὴ γένηται καταφανής, εἰς τὸν βυθὸν ῥίπτει τὸ παιδίον. Ποσειδῶν δὲ ἀνελόμενος εἰς Αἰθιοπίαν κομίζει καὶ δίδωσι Βενθεσικύμῃ τρέφειν, αὐτοῦ θυγατρὶ καὶ Ἀμφιτρίτης. ὡς δὲ ἐτελειώθη, ὁ Βενθεσικύμης ἀνὴρ τὴν ἑτέραν αὐτῷ τῶν θυγατέρων δίδωσιν. ὁ δὲ καὶ τὴν ἀδελφὴν τῆς γαμηθείσης ἐπεχείρησε βιάζεσθαι, καὶ διὰ τοῦτο φυγαδευθεὶς μετὰ Ἰσμάρου τοῦ παιδὸς πρὸς Τεγύριον ἧκε, Θρᾳκῶν βασιλέα, ὃς αὐτοῦ τῷ παιδὶ τὴν θυγατέρα συνῴκισεν. ἐπιβουλεύων δὲ ὕστερον Τεγυρίῳ καταφανὴς γίνεται, καὶ πρὸς Ἐλευσινίους φεύγει καὶ φιλίαν ποιεῖται πρὸς αὐτούς. αὖθις δὲ Ἰσμάρου τελευτήσαντος μεταπεμφθεὶς ὑπὸ Τεγυρίου παραγίνεται, καὶ τὴν πρὸ τοῦ μάχην διαλυσάμενος τὴν βασιλείαν παρέλαβε. καὶ πολέμου ἐνστάντος πρὸς Ἀθηναίους τοῖς Ἐλευσινίοις, ἐπικληθεὶς ὑπὸ Ἐλευσινίων μετὰ πολλῆς συνεμάχει Θρᾳκῶν δυνάμεως. Ἐρεχθεῖ δὲ ὑπὲρ Ἀθηναίων νίκης χρωμένῳ ἔχρησεν ὁ θεὸς κατορθώσειν τὸν πόλεμον, ἐὰν μίαν τῶν θυγατέρων σφάξῃ. καὶ σφάξαντος αὐτοῦ τὴν νεωτάτην καὶ αἱ λοιπαὶ ἑαυτὰς κατέσφαξαν: ἐπεποίηντο γάρ, ὡς ἔφασάν τινες, συνωμοσίαν ἀλλήλαις συναπολέσθαι. γενομένης δὲ μετὰ τὴν σφαγὴν τῆς μάχης Ἐρεχθεὺς μὲν ἀνεῖλεν Εὔμολπον,
[4] Chione had connexion with Poseidon, and having given birth to Eumolpus unknown to her father, in order not to be detected, she flung the child into the deep. But Poseidon picked him up and conveyed him to Ethiopia, and gave him to Benthesicyme( a daughter of his own by Amphitrite) to bring up. When he was full grown, Benthesicyme’s husband gave him one of his two daughters. But he tried to force his wife’s sister, and being banished on that account, he went with his son Ismarus to Tegyrius, king of Thrace, who gave his daughter in marriage to Eumolpus’s son. But being afterwards detected in a plot against Tegyrius, he fled to the Eleusinians and made friends with them. Later, on the death of Ismarus, he was sent for by Tegyrius and went, composed his old feud with him, and succeeded to the kingdom. And war having broken out between the Athenians and the Eleusinians, he was called in by the Eleusinians and fought on their side with a large force of Thracians. When Erechtheus inquired of the oracle how the Athenians might be victorious, the god answered that they would win the war if he would slaughter one of his daughters; and when he slaughtered his youngest, the others also slaughtered themselves; for, as some said, they had taken an oath among themselves to perish together. In the battle which took place after the slaughter, Erechtheus killed Eumolpus.
[5] Ποσειδῶνος δὲ καὶ τὸν Ἐρεχθέα καὶ τὴν οἰκίαν αὐτοῦ καταλύσαντος, Κέκροψ ὁ πρεσβύτατος τῶν Ἐρεχθέως παίδων ἐβασίλευσεν, ὃς γήμας Μητιάδουσαν τὴν Εὐπαλάμου παῖδα ἐτέκνωσε Πανδίονα. οὗτος μετὰ Κέκροπα βασιλεύων ὑπὸ τῶν Μητίονος υἱῶν κατὰ στάσιν ἐξεβλήθη, καὶ παραγενόμενος εἰς Μέγαρα πρὸς Πύλαν τὴν ἐκείνου θυγατέρα Πυλίαν γαμεῖ. αὖθις δὲ καὶ τῆς πόλεως βασιλεὺς καθίσταται: κτείνας γὰρ Πύλας τὸν τοῦ πατρὸς ἀδελφὸν Βίαντα τὴν βασιλείαν δίδωσι Πανδίονι, αὐτὸς δὲ εἰς Πελοπόννησον σὺν λαῷ παραγενόμενος κτίζει πόλιν Πύλον.Πανδίονι δὲ ἐν Μεγάροις ὄντι παῖδες ἐγένοντο Αἰγεὺς Πάλλας Νῖσος Λύκος. ἔνιοι δὲ Αἰγέα Σκυρίου εἶναι λέγουσιν, ὑποβληθῆναι δὲ ὑπὸ Πανδίονος.
[5] But Poseidon having destroyed Erechtheus and his house, Cecrops, the eldest of the sons of Erechtheus, succeeded to the throne. He married Metiadusa, daughter of Eupalamus, and begat Pandion. This Pandion, reigning after Cecrops, was expelled by the sons of Metion in a sedition, and going to Pylas at Megara married his daughter Pylia. And at a later time he was even appointed king of the city; for Pylas slew his father’s brother Bias and gave the kingdom to Pandion, while he himself repaired to Peloponnese with a body of people and founded the city of Pylus.While Pandion was at Megara, he had sons born to him, to wit, Aegeus, Pallas, Nisus, and Lycus. But some say that Aegeus was a son of Scyrius, but was passed off by Pandion as his own.
[6] μετὰ δὲ τὴν Πανδίονος τελευτὴν οἱ παῖδες αὐτοῦ στρατεύσαντες ἐπ᾽ Ἀθήνας ἐξέβαλον τοὺς Μητιονίδας καὶ τὴν ἀρχὴν τετραχῇ διεῖλον: εἶχε δὲ τὸ πᾶν κράτος Αἰγεύς. γαμεῖ δὲ πρώτην μὲν Μήταν τὴν Ὁπλῆτος, δευτέραν δὲ Χαλκιόπην τὴν Ῥηξήνορος. ὡς δὲ οὐκ ἐγένετο παῖς αὐτῷ, δεδοικὼς τοὺς ἀδελφοὺς εἰς Πυθίαν ἦλθε καὶ περὶ παίδων γονῆς ἐμαντεύετο. ὁ δὲ θεὸς ἔχρησεν αὐτῷ: “ἀσκοῦ τὸν προύχοντα ποδάονα, φέρτατε λαῶν,μὴ λύσῃς, πρὶν ἐς ἄκρον Ἀθηναίων ἀφίκηαι.” ἀπορῶν δὲ τὸν χρησμὸν ἀνῄει πάλιν εἰς Ἀθήνας.
[6] After the death of Pandion his sons marched against Athens, expelled the Metionids, and divided the government in four; but Aegeus had the whole power. The first wife whom he married was Meta, daughter of Hoples, and the second was Chalciope, daughter of Rhexenor. As no child was born to him, he feared his brothers, and went to Pythia and consulted the oracle concerning the begetting of children. The god answered him:” The bulging mouth of the wineskin, O best of men, Loose not until thou hast reached the height of Athens. “ Not knowing what to make of the oracle, he set out on his return to Athens.
[7] καὶ Τροιζῆνα διοδεύων ἐπιξενοῦται Πιτθεῖ τῷ Πέλοπος, ὃς τὸν χρησμὸν συνείς, μεθύσας αὐτὸν τῇ θυγατρὶ συγκατέκλινεν Αἴθρᾳ. τῇ δὲ αὐτῇ νυκτὶ καὶ Ποσειδῶν ἐπλησίασεν αὐτῇ. Αἰγεὺς δὲ ἐντειλάμενος Αἴθρᾳ, ἐὰν ἄρρενα γεννήσῃ, τρέφειν, τίνος ἐστὶ μὴ λέγουσαν, ἀπέλιπεν ὑπό τινα πέτραν μάχαιραν καὶ πέδιλα, εἰπών, ὅταν ὁ παῖς δύνηται τὴν πέτραν ἀποκυλίσας ἀνελέσθαι ταῦτα, τότε μετ᾽ αὐτῶν αὐτὸν ἀποπέμπειν.αὐτὸς δὲ ἧκεν εἰς Ἀθήνας, καὶ τὸν τῶν Παναθηναίων ἀγῶνα ἐπετέλει, ἐν ᾧ ὁ Μίνωος παῖς Ἀνδρόγεως ἐνίκησε πάντας. τοῦτον Αἰγεὺς ἐπὶ τὸν Μαραθώνιον ἔπεμψε ταῦρον, ὑφ᾽ οὗ διεφθάρη. ἔνιοι δὲ αὐτὸν λέγουσι πορευόμενον εἰς Θήβας ἐπὶ τὸν Λαΐου ἀγῶνα πρὸς τῶν ἀγωνιστῶν ἐνεδρευθέντα διὰ φθόνον ἀπολέσθαι. Μίνως δέ, ἀγγελθέντος αὐτῷ τοῦ θανάτου, θύων ἐν Πάρῳ ταῖς χάρισι, τὸν μὲν στέφανον ἀπὸ τῆς κεφαλῆς ἔρριψε καὶ τὸν αὐλὸν κατέσχε, τὴν δὲ θυσίαν οὐδὲν ἧττον ἐπετέλεσεν: ὅθεν ἔτι καὶ δεῦρο χωρὶς αὐλῶν καὶ στεφάνων ἐν Πάρῳ θύουσι ταῖς χάρισι.
[7] And journeying by way of Troezen, he lodged with Pittheus, son of Pelops, who, understanding the oracle, made him drunk and caused him to lie with his daughter Aethra. But in the same night Poseidon also had connexion with her. Now Aegeus charged Aethra that, if she gave birth to a male child, she should rear it, without telling whose it was; and he left a sword and sandals under a certain rock, saying that when the boy could roll away the rock and take them up, she was then to send him away with them.But he himself came to Athens and celebrated the games of the Panathenian festival, in which Androgeus, son of Minos, vanquished all comers. Him Aegeus sent against the bull of Marathon, by which he was destroyed. But some say that as he journeyed to Thebes to take part in the games in honor of Laius, he was waylaid and murdered by the jealous competitors. But when the tidings of his death were brought to Minos, as he was sacrificing to the Graces in Paros, he threw away the garland from his head and stopped the music of the flute, but nevertheless completed the sacrifice; hence down to this day they sacrifice to the Graces in Paros without flutes and garlands.
[8] μετ᾽ οὐ πολὺ δὲ θαλασσοκρατῶν ἐπολέμησε στόλῳ τὰς Ἀθήνας, καὶ Μέγαρα εἷλε Νίσου βασιλεύοντος τοῦ Πανδίονος, καὶ Μεγαρέα τὸν Ἱππομένους ἐξ Ὀγχηστοῦ Νίσῳ βοηθὸν ἐλθόντα ἀπέκτεινεν. ἀπέθανε δὲ καὶ Νῖσος διὰ θυγατρὸς προδοσίαν. ἔχοντι γὰρ αὐτῷ πορφυρέαν ἐν μέσῃ τῇ κεφαλῇ τρίχα ταύτης ἀφαιρεθείσης ἦν χρησμὸς τελευτῆσαι: ἡ δὲ θυγάτηρ αὐτοῦ Σκύλλα ἐρασθεῖσα Μίνωος ἐξεῖλε τὴν τρίχα. Μίνως δὲ Μεγάρων κρατήσας καὶ τὴν κόρην τῆς πρύμνης τῶν ποδῶν ἐκδήσας ὑποβρύχιον ἐποίησε.χρονιζομένου δὲ τοῦ πολέμου, μὴ δυνάμενος ἑλεῖν Ἀθήνας εὔχεται Διὶ παρ᾽ Ἀθηναίων λαβεῖν δίκας. γενομένου δὲ τῇ πόλει λιμοῦ τε καὶ λοιμοῦ. τὸ μὲν πρῶτον κατὰ λόγιον Ἀθηναῖοι παλαιὸν τὰς Ὑακίνθου κόρας, Ἀνθηίδα Αἰγληίδα Λυταίαν Ὀρθαίαν, ἐπὶ τὸν Γεραίστου τοῦ Κύκλωπος τάφον κατέσφαξαν: τούτων δὲ ὁ πατὴρ Ὑάκινθος ἐλθὼν ἐκ Λακεδαίμονος Ἀθήνας κατῴκει. ὡς δὲ οὐδὲν ὄφελος ἦν τοῦτο, ἐχρῶντο περὶ ἀπαλλαγῆς. ὁ δὲ θεὸς ἀνεῖλεν αὐτοῖς Μίνωι διδόναι δίκας ἃς ἂν αὐτὸς αἱροῖτο. πέμψαντες οὖν πρὸς Μίνωα ἐπέτρεπον αἰτεῖν δίκας. Μίνως δὲ ἐκέλευσεν αὐτοῖς κόρους ἑπτὰ καὶ κόρας τὰς ἴσας χωρὶς ὅπλων πέμπειν τῷ Μινωταύρῳ βοράν. ἦν δὲ οὗτος ἐν λαβυρίνθῳ καθειργμένος, ἐν ᾧ τὸν εἰσελθόντα ἀδύνατον ἦν ἐξιέναι: πολυπλόκοις γὰρ καμπαῖς τὴν ἀγνοουμένην ἔξοδον ἀπέκλειε. κατεσκευάκει δὲ αὐτὸν Δαίδαλος ὁ Εὐπαλάμου παῖς τοῦ Μητίονος καὶ Ἀλκίππης. ἦν γὰρ ἀρχιτέκτων ἄριστος καὶ πρῶτος ἀγαλμάτων εὑρετής. οὗτος ἐξ Ἀθηνῶν ἔφυγεν, ἀπὸ τῆς ἀκροπόλεως βαλὼν τὸν τῆς ἀδελφῆς Πέρδικος υἱὸν Τάλω, μαθητὴν ὄντα, δείσας μὴ διὰ τὴν εὐφυΐαν αὐτὸν ὑπερβάλῃ: σιαγόνα γὰρ ὄφεως εὑρὼν ξύλον λεπτὸν ἔπρισε. φωραθέντος δὲ τοῦ νεκροῦ κριθεὶς ἐν Ἀρείῳ πάγῳ καὶ καταδικασθεὶς πρὸς Μίνωα ἔφυγε. κἀκεῖ Πασιφάῃ ἐρασθείσῃ τοῦ Ποσειδωνείου ταύρου συνήργησε τεχνησάμενος ξυλίνην βοῦν, καὶ τὸν λαβύρινθον κατεσκεύασεν, εἰς ὃν κατὰ ἔτος Ἀθηναῖοι κόρους ἑπτὰ καὶ κόρας τὰς ἴσας τῷ Μινωταύρῳ βορὰν ἔπεμπον.
[8] But not long afterwards, being master of the sea, he attacked Athens with a fleet and captured Megara, then ruled by king Nisus, son of Pandion, and he slew Megareus, son of Hippomenes, who had come from Onchestus to the help of Nisus. Now Nisus perished through his daughter’s treachery. For he had a purple hair on the middle of his head, and an oracle ran that when it was pulled out he should die; and his daughter Scylla fell in love with Minos and pulled out the hair. But when Minos had made himself master of Megara, he tied the damsel by the feet to the stern of the ship and drowned her.When the war lingered on and he could not take Athens, he prayed to Zeus that he might be avenged on the Athenians. And the city being visited with a famine and a pestilence, the Athenians at first, in obedience to an ancient oracle, slaughtered the daughters of Hyacinth, to wit, Antheis, Aegleis, Lytaea, and Orthaea, on the grave of Geraestus, the Cyclops; now Hyacinth, the father of the damsels, had come from Lacedaemon and dwelt in Athens. But when this was of no avail, they inquired of the oracle how they could be delivered; and the god answered them that they should give Minos whatever satisfaction he might choose. So they sent to Minos and left it to him to claim satisfaction. And Minos ordered them to send seven youths and the same number of damsels without weapons to be fodder for the Minotaur. Now the Minotaur was confined in a labyrinth, in which he who entered could not find his way out; for many a winding turn shut off the secret outward way. The labyrinth was constructed by Daedalus, whose father was Eupalamus, son of Metion, and whose mother was Alcippe; for he was an excellent architect and the first inventor of images. He had fled from Athens, because he had thrown down from the acropolis Talos, the son of his sister Perdix; for Talos was his pupil, and Daedalus feared that with his talents he might surpass himself, seeing that he had sawed a thin stick with a jawbone of a snake which he had found. But the corpse was discovered; Daedalus was tried in the Areopagus, and being condemned fled to Minos. And there Pasiphae having fallen in love with the bull of Poseidon, Daedalus acted as her accomplice by contriving a wooden cow, and he constructed the labyrinth, to which the Athenians every year sent seven youths and as many damsels to be fodder for the Minotaur.
[1] Θησεὺς δὲ γεννηθεὶς ἐξ Αἴθρας Αἰγεῖ παῖς, ὡς ἐγένετο τέλειος, ἀπωσάμενος τὴν πέτραν τὰ πέδιλα καὶ τὴν μάχαιραν ἀναιρεῖται, καὶ πεζὸς ἠπείγετο εἰς τὰς Ἀθήνας. φρουρουμένην δὲ ὑπὸ ἀνδρῶν κακούργων τὴν ὁδὸν ἡμέρωσε. πρῶτον μὲν γὰρ Περιφήτην τὸν Ἡφαίστου καὶ Ἀντικλείας, ὃς ἀπὸ τῆς κορύνης ἣν ἐφόρει κορυνήτης ἐπεκαλεῖτο, ἔκτεινεν ἐν Ἐπιδαύρῳ. πόδας δὲ ἀσθενεῖς ἔχων οὗτος ἐφόρει κορύνην σιδηρᾶν, δι᾽ ἧς τοὺς παριόντας ἔκτεινε. ταύτην ἀφελόμενος Θησεὺς ἐφόρει.
[1] Aethra bore to Aegeus a son Theseus, and when he was grown up, he pushed away the rock and took up the sandals and the sword, and hastened on foot to Athens. And he cleared the road, which had been beset by evildoers. For first in Epidaurus he slew Periphetes, son of Hephaestus and Anticlia, who was surnamed the Clubman from the club which he carried. For being crazy on his legs he carried an iron club, with which he despatched the passers-by. That club Theseus wrested from him and continued to carry about.
[2] δεύτερον δὲ κτείνει Σίνιν τὸν Πολυπήμονος καὶ Συλέας τῆς Κορίνθου. οὗτος πιτυοκάμπτης ἐπεκαλεῖτο: οἰκῶν γὰρ τὸν Κορινθίων ἰσθμὸν ἠνάγκαζε τοὺς παριόντας πίτυς κάμπτοντας ἀνέχεσθαι: οἱ δὲ διὰ τὴν ἀσθένειαν οὐκ ἠδύναντο, καὶ ὑπὸ τῶν δένδρων ἀναρριπτούμενοι πανωλέθρως ἀπώλλυντο. τούτῳ τῷ τρόπῳ καὶ Θησεὺς Σίνιν ἀπέκτεινεν.
[2] Second, he killed Sinis, son of Polypemon and Sylea, daughter of Corinthus. This Sinis was surnamed the Pine-bender; for inhabiting the Isthmus of Corinth he used to force the passersby to keep bending pine trees; but they were too weak to do so, and being tossed up by the trees they perished miserably. In that way also Theseus killed Sinis.
🡅 ·•⦁•· 🡄 CHAPTER I ·•⦁•· Επιτομή 🡆